Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.585
Not analysed yet
τὸν ἑαυτοῦ φησι παρεῖναι καιρὸν, παρεῖναι δὲ λέγει τὸν ἐκείνων, καὶ ἐν ἑτοίμῳ δὲ κεῖσθαι διὰ παντός· ἐξεῖναι γὰρ τοῖς ἐν κόσμῳ φαμὲν τὸ δοκοῦν ἐπιτελεῖν παραποδίζοντος ἀναγκαίου μηδενὸς, ἢ καὶ εἰς πρόσκαιρον καλοῦντος οἰκονομίαν πρὸς τὸ χρῆναί τι δρᾶν ἢ μὴ συμβουλεύουσαν, ὥσπερ οὖν ἦν ἀμέλει καὶ ἐπὶ Χριστοῦ· ἄλλωστε τῶν τὴν ἐν κόσμῳ ζωὴν ἑλομένων, ἀνειμένη τις ἐστὶν ἡ δίαιτα, καὶ φροντίδος τῆς ἐπιπονωτέρας ἀπηλλαγμένη, προκείμενον ὥσπερ ἀεὶ καὶ ἡπλωμένον εἰσφέρουσα τὸν ἐπὶ τοῖς ἡδίστοις καιρὸν καὶ ἐφ' ὅπερ ἂν βούλωνται βαδίζειν, ἑτοίμως τοῖς αὐτῇ χρωμένοις ἐπιτρέπουσα. Οὐκοῦν τῶν μὲν ἀναγκαίως οἰκονομίαις πραγμάτων ὑποκειμένων, καιρὸς οὐχ ἅπας εἰς τὸ δρᾶν ἃ προσῆκεν ἐπιτήδειος, ἀλλ' ὁ πρέπων ἑκάστῳ τῶν τελουμένων, καὶ ὥσπερ ἂν ἡ τοῦ πράγματος ἀπαιτοίη φύσις· τῷ δὲ ἀπολύτως ἑλομένῳ βιοῦν, ἐπικείσεται μὲν τοιοῦτον οὐδέν· ἑτοιμοτάτη δὲ μᾶλλον καὶ ἀνειμένη παντελῶς, ἡ ἐφ' ὅπερ ἂν ἐθέλωσιν ἰέναι πάροδος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Χαριέντως σφόδρα καὶ νῦν ὁ Σωτὴρ κοσμικώτερον ἔτι φρονοῦντας καὶ διακειμένους ἐλέγχει τοὺς ἀδελφοὺς, καὶ δευτέραν ὥσπερ ἀπολογίαν τέχνῃ κεράσας εἰσφέρει, δι' ἧς οὐχ ὅπως οὐκ ἐγνωκότας αὐτοὺς τίς κατὰ φύσιν ἐστὶν ἀποδείκνυσιν, ἀλλ' ἔτι τοσοῦτον τῆς εἰς αὐτὸν ἀγάπης ἐξῳκισμένους, ὡς ἑλέσθαι διαζῆν οὐκ ἀπᾳδόντως τοῖς τὸν ἐν κόσμῳ θαυμάζουσι βίον, καὶ οὐχὶ μᾶλλον τὸν ἐν ἀρετῇ. ἦν γὰρ δὴ καὶ ὄντως ἀτοπώτατον τοῖς μὲν ἄλλοις ἅπασι