Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.588
Not analysed yet
θέξων ἐκείνοις τῆς ἐν σκιαῖς εὐθυμίας. τὸ γὰρ ἅπαξ εἰρημένον, ὡς πρὸς ὀλίγους, καίτοι νομισθέντας ἀδελφοὺς, εἰς ὅλον δυνάμει διαδραμεῖται τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐ γὰρ δή τις ἐρεῖ τὸ συνεῖναι τοῖς ἀδελφοῖς δι' αὐτούς γε κυρίως παραιτεῖσθαι τὸν Ἰησοῦν, ὡς δὲ καὶ συνὼν ἐν τῇ Γαλιλαίᾳ φαίνεται· ὑποτοπητέον δὲ, ὅτι καὶ οὐκ ἀπὸ σκοποῦ διὰ τὴν τοῦ γένους τοῦ κατὰ σάρκα παρὰ πολλοῖς ὑπόνοιαν καὶ ὁμέστιος ἦν. πρόδηλον οὖν, ὅτι καθάπερ ἐν τύπῳ τοῖς ἀδελφοῖς ὅλης τῆς Ἰουδαίων πληθύος εἰσφερομένης, τὸ συνεορτάζειν αὐτοῖς ἀποφεύγει Χριστὸς, κατὰ τὸ εἰρημένον δι' ἑνὸς τῶν ἁγίων προφητῶν "Μεμίσηκα, ἀπῶσμαι τὰς "ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν "ὑμῶν· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ "θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας "ὑμῶν οὐκ ἐπιβλέψομαι· μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν "σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·" "Πνεῦμα "γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι "καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν," κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ὑπάρχων δὲ πνεῦμα, πνευματικαῖς ἂν εἰκότως τιμαῖς καὶ δωροφορίαις ἐφήδοιτο, ὧν καὶ εἰς τύπον διὰ τῆς νομικῆς ἐντολῆς βουθυσίαι τε καὶ μηλοσφαγίαι, καὶ λιβάνου πρὸς τούτοις, σεμιδάλεώς τε καὶ οἴνου καὶ ἐλαίου προσκομιδαὶ τεταγμένως ἐγίνοντο, τὸ πολυειδὲς τῆς ἀρετῆς τῶν προσκυνούντων ἐν πνεύματι δι' ἐμφανεστέρων σχημάτων καταμηνύουσαι. ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ τὴν σκίαν ἀγαπῶντες ἔτι, παχύτερόν τε καὶ Ἰουδαϊκῶς διακείμενοι περὶ τούτων, ἀνάβητε πρὸς τὴν ἐν σκιαῖς καὶ τύποις πανήγυριν· ἐμοὶ δὲ οὐχ οὕτως ἑορτάζειν ἡδύ· πρὸς ταύτην οὐκ ἄνειμι τὴν ἑορτὴν, τὴν ἐν τύπῳ δηλονότι καὶ σχήματι· ἔχω γὰρ ἐν αὐτῇ τὸ