Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.589
Not analysed yet
τέρπον οὐδέν· περιμένω δὲ μᾶλλον τῆς ἀληθοῦς πανηγύρεως τὸν καιρὸν, ὃς οὔπω πεπλήρωται. τότε γὰρ τότε, φησὶ, τοῖς ἐμοῖς θιασώταις συνέσομαι χαίρων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, τῇ τοῦ Πατρὸς δόξῃ, τὴν εἰς ἄκρον ἀπαστράπτων φαιδρότητα. ἑαυτοῦ δέ φησι, καὶ ὡς ἴδιον ἀποκαλεῖ τὸν καιρόν· αὐτοῦ γὰρ ἡ ἑορτὴ, αὐτὸς ὁ πανηγυριάρχης ἐστίν. αὐτῷ γὰρ αὐτὴν καὶ ὁ μακάριος Ἱερεμίας ἀνετίθει λέγων τοῖς κατημεληκόσι τῆς εἰς Θεὸν εὐσεβείας, καὶ ἐν τῷ μηδενὶ πεποιημένοις τὸ βούλεσθαι διαπρέπειν ἐν ἀγαθοῖς "Τί ποιή"σετε ἐν ἡμέρᾳ πανηγύρεως, καὶ ἐν ἡμέραις ἑορτῆς Κυρίου;" οἱ γὰρ ὅλως, φησὶ, τὸ ὑπὲρ τῆς ἀρετῆς ἱδροῦν παραιτούμενοι, καὶ τὸ λαμπρὸν τῆς εἰς Θεὸν ἀγάπης ἄμφιον οὐκ ἔχοντες, τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, πῶς εἰσελεύσεσθε πρὸς τὴν θείαν τε καὶ οὐράνιον ἑορτὴν, ἢ πῶς ἂν ὑμᾶς ὁ τοῦ δείπνου δεσπότης οὐκ ἂν εὐλόγως ἐξώσειε τοῦ φαιδροτάτου τῶν κεκλημένων χοροῦ λέγων "Ἑταῖρε, πῶς "εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;" τούτῳ δ' ἂν εἴη συγγενὲς καὶ τὴν ἴσην ἡμῖν εἰσκομίζον διάνοιαν τὸ παρὰ τῷ προφήτῃ κείμενον Ζαχαρίᾳ "Καὶ ἔσται γὰρ, φησὶν, ὅσοι "ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων "ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ "προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ "ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας." ἀναβήσεσθαι δὲ τοὺς καταλειφθέντας φησὶν ἐπὶ τὴν τοῦ μεγάλου βασιλέως προσκύνησιν, καὶ πρὸς ἀποπλήρωσιν τῆς ἑορτῆς τῆς σκηνοπηγίας. πολλῶν γὰρ διὰ τῆς χάριτος κεκλημένων, οἱ πρὸς τὴν ἄνω πόλιν ἀναβαίνοντες οὐ πολλοί· ὀλίγοι γὰρ οἱ ἐκλεκτοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἐκ παντὸς δηλονότι ληφθέντες ἔθνους. ἀναβήσονται δὲ λέγων ἐπὶ τῷ προς-