Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.591
Not analysed yet
στέρα φαίνηται, καίτοι λίαν ἀπαίδευτος οὖσα τῶν ἐθνῶν ἡ πληθὺς, διὰ τὴν ἔτι συνέχουσαν πλάνην. σημαίνει δὲ διὰ τούτου καὶ τὴν εἰς αὐτὰ δικαίαν ἀγάπησιν, καὶ τὴν ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εὐλογωτάτην ἀπέχθειαν. πῶς γὰρ οὐκ ἔμελλεν "ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν," οὕτω διατεθήσεσθαι, ὡς ἀγάπης μὲν ἤδη τῆς θείας ἀξιοῦν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλουμένην οὕτως εὐπετῶς ἐπὶ τῷ πιστεύειν αὐτῷ, ἀποσείεσθαι δὲ λοιπὸν καὶ καταμυσάττεσθαι δικαίως ὡς ἀγνώμονα τὴν Ἱερουσαλήμ· ὅς γε καὶ πρὸ αὐτῶν τῆς ἐπιδημίας τῶν χρόνων, ἐπιθυμῆσαι μὲν λέγεται τοῦ κάλλους αὐτῆς, κατὰ τὴν τοῦ ψάλλοντος ἀναφώνησιν, πόρνην δὲ καὶ μοιχαλίδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, τὴν σκληροτράχηλον Ἱερουσαλὴμ ἀπεκάλει; σαφέστατα γοῦν διὰ μὲν τοῦ προφήτου φησὶν Ἱεζεκιὴλ πρὸς αὐτήν "Διὰ τοῦτο πόρνη "ἄκουε λόγον Κυρίου·" διὰ δὲ τῆς Ἱερεμίου φωνῆς ὡς μοιχαλίδα καταιτιᾶται βοῶν ὅτι "Καθὼς ἀθετεῖ γυνὴ εἰς "τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ἰσραὴλ, "λέγει Κύριος." ὡς οὖν ἤδη κατὰ πρόγνωσιν τὴν ἐκ προμηθείας θεοπρεποῦς, τῆς μὲν ἐξ ἐθνῶν Ἐκκλησίας περιαθρήσας τὸ κάλλος, τῆς δὲ τῶν Ἰουδαίων συναγωγῆς τὴν ἐν φαυλότητι τρόπων αἰσχρότητα, τὴν μὲν ἤδη προαγαπᾷ καὶ προεισοικίζεται, καθάπερ τινὰ νύμφην ἐπὶ παστῷ, ἐπὶ δὲ τῇ ἑτέρᾳ προαπεχθάνεται, τὸ τελείως ἑκατέρᾳ χρεωστούμενον καιρῷ τηρήσας τῷ δέοντι. οὔτε γὰρ πρόωρον τοῖς ἐξ Ἰσραὴλ ὁλοκλήρως ἐπάγει τὴν κόλασιν, οὔτε μὴν ὁλοσχερῶς ἑαυτὸν τῇ Γαλιλαίᾳ χαρίζεται πρὸ τοῦ σωτηρίου σταυροῦ· τότε γὰρ ἦν τοῦτο δρῶντα δικαίως ἐπ' εὐλόγοις αἰτίαις τῆς πρὸς ἐκείνους ἀγάπης ἀποφοιτᾶν. εἰρηκὼς τοιγαροῦν, ὡς οὐκ ἀναβήσεται πρὸς ταύτην τὴν ἑορτὴν, καὶ τοῖς ἀδελφοῖς ἐπιτρέψας, εἰ θελητὸν, ἰέναι, μόνος· παρεῖναι γὰρ οὔπω διε-