Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.590
Not analysed yet
κυνεῖν, οὐκέτι τὴν νομικὴν, μᾶλλον δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντας ἐπιδεικνύει, καὶ πληροῦντας ἑορτὴν τὴν ἐπὶ σκηνοπηγίᾳ τῇ κατ' ἀλήθειαν, μονονουχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο λιγυρῶς ἀνιέντας μέλος "Εὐλογητὸς Κύριος, "ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. ἐπ' αὐτῷ "ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ "σάρξ μου·" ἀνεθάλη γὰρ ἡ σὰρξ, καὶ εἰσαῦθις ἀναβιώσεται, καὶ οὐ δίχα Χριστοῦ· γέγονε γὰρ ἡμῖν αὐτὸς ἡ τῆς ἀναστάσεως ἀρχὴ, καὶ τῆς ἀληθεστέρας σκηνοπηγίας ἡ θύρα. καὶ τοῦτο ἦν ἄρα τὸ δι' ἑνὸς εἰρημένον τῶν ἁγίων προφητῶν καὶ "ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτω"κυῖαν." σκηνὴ γὰρ ἡ πεσοῦσα τοῦ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ, πρώτη πρὸς ἀφθαρσίαν διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐξεγήγερται κατὰ τὸ εἰρημένον πρὸς Ἰουδαίους δι' ἑνὸς τῶν ἀποστόλων περὶ αὐτοῦ "Τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ "ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνεί"λετε, ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, "καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ·" καὶ πάλιν "Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες "ἡμεῖς ἐσμεν μάρτυρες." ὅτι γὰρ ἔθος τῇ ἁγίᾳ γραφῇ, τὸν ἐκ Δαυεὶδ κατὰ σάρκα Χριστὸν, Δαυεὶδ ἀποκαλεῖν, χαλεπὸν οὐδὲν συνιδεῖν. Ταῦτα εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτὴν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ. Ἐμφιλοχωρεῖ τῇ Γαλιλαίᾳ, καὶ τῆς Ἰουδαίων χώρας ἐξωστρακισμένος, ἥδιόν τε καὶ ἀσφαλέστερον διαιτᾶται Χριστὸς, ἵνα πάλιν τῶν εἶναι δοκούντων νομομαθῶν εὐγενε-