Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.593
Not analysed yet
εὐσεβείας ὀλιγωρήσας ὁ Ἰσραήλ· ἀλλ' ὀργίζεται δικαίως ἐπὶ τούτοις ὁ νομοθέτης, καὶ τῆς ἐλαφρίας τῶν οὕτως ἑτοίμως ἐφ' ἃ μὴ προσῆκεν ἀποκλινάντων καταβοήσας, καὶ ἐξαναλώσειν εἰσάπαξ ἀπειλήσας αὐτοὺς, ἐν τελευταίοις φησὶ πρὸς τὸν ἅγιον Μωυσέα "Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν "σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐξ Αἰγύπτου, εἰς τὴν "γῆν ἣν ὤμοσα τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων "Τῷ σπέρματι ὑμῶν δώσω αὐτὴν, καὶ συναποστελῶ πρὸ "προσώπου σου τὸν ἄγγελόν μου," εἶτα λέγει πρὸς αὐτὸν ὁ Μωυσῆς "Εἰ μὴ αὐτὸς συμπορεύσῃ μετ' ἐμοῦ, μή με ἀνα"γάγῃς ἐντεῦθεν· καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι "εὕρηκα χάριν παρὰ σοὶ, ἐγὼ καὶ ὁ λαός σου, ἀλλ' ἢ "συμπορευομένου σου μεθ' ἡμῶν; καὶ εἶπε Κύριος πρὸς "Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· "εὗρες γὰρ χάριν παρ' ἐμοί." ὁρᾷς ὅπως ἐπὶ μὲν τοῦ Ἰσραὴλ ἀποστασίᾳ λυπούμενος, οὐ συναναβήσεσθαι μὲν εἰς τὴν γῆν αὐτοῖς τῆς ἐπαγγελίας διισχυρίζετο, συναποστέλλειν δέ τινα ἄγγελον ἔφασκεν, αἰδοῖ δὲ τῇ πρὸς Μωυσέα, καὶ τῇ τῶν πατέρων μνήμῃ τὴν συγγνώμην ἐπιδιδοὺς, συμβαδιεῖσθαι πάλιν αὐτοῖς καθυπέσχετο. Ἀρνησάμενος τοιγαροῦν τὸ συνεορτάζειν Ἰουδαίοις, ὡς ἀλαζόσι καὶ ὑβρισταῖς, ὡς διὰ τῆς ἀρνήσεως ἀτιμάζουσι Θεὸν, ὥσπερ οὖν ἐκεῖνοι διὰ τῆς μοσχοποιίας, οὐ σφόδρα φιλονεικήσας τοῖς τῶν λυπούντων πταίσμασιν, ἀποπληρῶν δὲ μᾶλλον τὴν εἰς τοὺς ἁγίους πατέρας ὑπόσχεσιν, ἄνεισι διδάξων, καὶ τὰ εἰς σωτηρίαν αὐτοῖς παραθήσων μαθήματα, οὐκ ἀγγέλῳ τὴν τοιαύτην ἐπιτρέψας διακονίαν, ὥσπερ οὖν οὐδὲ τότε, αὐτουργὸς δὲ μᾶλλον καὶ εἰς τὴν τῶν ἀχαρίστων σωτηρίαν γιγνόμενος.