Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.594
Not analysed yet
Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστιν ἐκεῖνος; Ἐρευνῶσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα εὑρόντες πιστεύσειαν· ἢ γὰρ ἂν καὶ τὸ ζητεῖσθαι φθάσας ἑαυτὸν προσεκόμιζε κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον "Εὑρέθην τοῖς ἐμὲ μὴ "ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν·" ἀλλ' ἐκ πολλῆς ἄγαν τῆς παρανομίας εἰς τὴν Ἑλλήνων εἰκαιοπονίαν κατολισθαίνοντες, καὶ τὰ ἐκείνοις συνήθη ζηλώσαντες μᾶλλον, ἤπερ τὰ δι' ὧν εἰκὸς ἦν διὰ τῆς ἄνωθεν καταλαμπρύνεσθαι χάριτος. Ἑλλήνων μὲν γὰρ οἱ δοκοῦντες εἶναι συνετοὶ, καὶ τῆς κοσμικῆς καὶ δαιμονιώδους σοφίας ἀναπεπλησμένοι, μακροὺς καὶ πικροὺς ἀναλίσκοντες λόγους, καὶ κύκλους θεωρημάτων εἰκαίων ἑλίττοντες, ἱστόν τε ἀράχνης κατὰ τὸ γεγραμμένον ὑφαίνοντες, τὴν ἀλήθειαν, ἤτοι τὸ ἀγαθὸν, ἢ τὸ δίκαιον ὅ τι ποτὲ κατὰ φύσιν ἐστὶν, προσποιοῦνται ζητεῖν, καὶ μόνην ὥσπερ σκιὰν τῆς ἀληθοῦς γνώσεως ἑαυτοῖς ἀναπλάττοντες, ἄγευστοι παντελῶς τῆς ἐν ἔργοις διατελοῦσιν ἀρετῆς, καὶ τῆς ἄνωθέν τε καὶ ὄντως σοφίας ἔρημοι διαμένοντες, ἐπ' οὐδενὶ τῶν χρησίμων ἔσθ' ὅτε τὰ μέχρι λόγων ποιοῦνται γυμνάσματα. Ἰουδαῖοι δὲ πάλιν, οἱ τῆς ἐκείνων ἀμαθίας ἀδελφοὶ καὶ γείτονες, ἀναζητοῦσι τὸν Ἰησοῦν, οὐχ ἵν' εὑρόντες πιστεύσωσιν, ὡς ἡ τῶν πραγμάτων ἔδειξε φύσις, ἀλλ' ἵνα πολλαῖς αὐτὸν λοιδορίαις κατακοντίζοντες, τὴν ἄσβεστον ταῖς ἑαυτῶν κεφαλαῖς ἐποίσειαν φλόγα. καὶ καθ' ἕτερον δὲ τρόπον, εἰκαιοτάτην αὐτοὺς ποιεῖσθαι τὴν ζήτησιν οἰησόμεθα πάλιν. μόνον γὰρ ὅτι μὴ πάρεστι προσποιοῦνται ζητεῖν. παρεῖναι γὰρ ἔδει, φασὶ, τοῖς ἑορτάζουσι τὸν θαυματουργὸν, τὸ ἐν τέρψει μᾶλλον ἡδὺ, καὶ οὐχὶ πάντως τὴν ἐκ τοῦ θαυμάζειν ὠφέλειαν θηρώμενοι· νομομαθείας δὲ δόξαν ἠμφιεσμένοι,