Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.6
Not analysed yet
"τριοι καταφάγονται αὐτά·" οἱ γὰρ τῆς πρὸς Θεὸν φιλίας ἑαυτοὺς ἀλλοτριοῦν σπουδάζοντες, τὸν γραώδη καὶ ἀσθενῆ τῆς ἐκείνων ἀμαθίας καταθοινήσονται λόγον. Ὅπερ οὖν ἔφημεν ἐν ἀρχῇ· χρῆναι γὰρ οἶμαι παλινδρομεῖν ἐπ' ἐκεῖνο δυσχερεστάτη λίαν ἐστὶν ἡ περὶ τῶν θείων μυστηρίων ἐξήγησις, καὶ τάχα κρείττων ἡ σιωπή· ἀλλ' ἐπείπερ ἡμᾶς πολὺς ἀναπείθει λόγος, ὦ φιλοπονώτατε ἀδελφὲ, καθάπερ τινὰ χειλέων καρπὸν καὶ θυσίαν πνευματικὴν ἀναθεῖναι τὸ σύγγραμμα, καὶ τοῦτο ποιεῖν οὐκ ὀκνήσω, τῷ σοφοῦντι τοὺς τυφλοὺς ἐπιθαρσήσας Θεῷ, καὶ ζητοῦντι μὲν παρ' ἡμῶν, οὐ πάντως τὸ ὑπὲρ ἡμᾶς, δεχομένῳ δὲ ὡς ἐκεῖνα καὶ τὰς ἐκ τῶν πτωχευόντων προσαγωγάς. τὸν γὰρ δὴ προσκομίζειν ἐθέλοντα δῶρον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καθάπερ οὖν ἐν ἀρχῇ κεῖται τοῦ Λευιτικοῦ, βουθυτεῖν ἐπιτάξας ὁ νομοθέτης, καὶ δὴ καὶ ἐν τούτῳ τῆς ἐν τύπῳ τιμῆς ὁρίσας τὸ μέτρον, ὑποβιβάζει πάλιν αὐτὸ, μηλοσφαγεῖν χρῆναι λέγων τοὺς οἵπερ ἂν εἶεν οὐχ ἱκανοὶ πρὸς ἐκεῖνο· ἀλλ' ᾔδει δὴ πάντως, ὅτι καὶ πρὸς τοῦτο τυχὸν ἀτονῆσαί τινας ἡ στυγνὴ καὶ ἀνουθέτητος ἀναπείσει πενία· διά γε τοι τοῦτο "καὶ προσοίσει, φησὶν, ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν "περιστερῶν τὸ δῶρον αὐτοῦ·" τὸν δὲ καὶ τούτων ἔτι καταδεέστερον, καὶ μετὰ τῶν εὐτελεστάτων προσιόντα τιμᾷ. "Σεμίδαλις γὰρ, φησὶν, ἔσται τὸ δῶρον αὐτοῦ," εὐπόριστον οἶμαί που παντὶ, καὶ πτωχείαν τὴν εἰς ἄκρον οὐ σφόδρα πλεονεκτεῖν ὁρίζων ἀνάθημα. κρεῖττον γὰρ δήπου καὶ ἄμεινον ὁ νομοθέτης ἐξηπίστατο τὸ κἂν ἐν ὀλίγοις καρποφορεῖν τοῦ ἀπεστειρῶσθαι παντελῶς, αἰδοῖ τε τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ἡττᾶσθαι χειρὸς, εἰς τὸν ἐπὶ τῷ μὴ χρῆναι τιμᾶν τὸν ἁπάντων Δεσπότην συνελαύνεσθαι λογισμόν.