Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.7
Not analysed yet
Διὰ δὴ τούτων ἁπάντων ἀναπεπεισμένος εὐλόγως, ὄκνον τε τῆς σιωπῆς τὸν συνήγορον τῆς ἐμαυτοῦ διανοίας ἀποπέμψας, οἷσπερ ἂν ἔχοιμι τιμᾶν οἰήσομαι δεῖν τὸν ἐμαυτοῦ Δεσπότην, καὶ προσοίσω καθάπερ τινὰ σεμίδαλιν, ἐλαίῳ δεδευσμένην, τὸν τρόφιμόν τε καὶ ἱλαρὸν τοῖς ἐντευξομένοις λόγον· ἀρξόμεθα δὲ τῆς Ἰωάννου συγγραφῆς, μεγάλῳ μὲν λίαν ἐπιχειροῦντες πράγματι, πλὴν οὐκ ἀτονοῦντες διὰ τὴν πίστιν. καὶ ὅτι μὲν ἔλαττον, ἤπερ ἐχρῆν, ἐροῦμέν τε καὶ νοήσομεν, ἀναμφιλόγως ὁμολογητέον· ὅτι δὲ δικαίαν ἐπὶ τούτῳ τὴν συγγνώμην αἰτήσομεν, ἡ πολλὴ τοῦ συγγράμματος ἀναπείσει δυσχέρεια, ἢ καὶ, ὅπερ ἐστὶν ἀληθέστερον, ἡ τῆς ἐν ἡμῖν διανοίας ἀσθένεια. πανταχῆ δὲ τὸν λόγον εἰς δογματικωτέραν περιτρέποντες ἐξήγησιν, ταῖς τῶν ἑτεροδιδασκαλούντων ψευδοδοξίαις, ὡς ἐνῆν, ἀντιτάξομεν, οὐκ εἰς ὅσον ἐξῆν ἐκτείνοντες μῆκος, ἀλλὰ καὶ τῶν περιττῶν ἀπαλλάττοντες, καὶ τοῦ πρέποντος οὐκ ἐπιδεᾶ καταστῆσαι σπουδάσαντες. ἡ δὲ ὑποτεταγμένη τῶν κεφαλαίων ὑποσημείωσις, τὰ ἐφ' οἷς ἡμῖν ἐκτέταταί πως ὁ λόγος καταστήσει φανερὰ, οἷς καὶ ἀριθμοὺς παρεπήξαμεν, πρὸς τὸ καὶ λίαν ἑτοίμως ἀνευρίσκεσθαι τοῖς ἐντευξομένοις τὸ ζητούμενον.