Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.602
Not analysed yet
μὴ μεμαθηκώς· ἐπαιδεύθη δὲ Μωυσῆς, καθὰ γέγραπται, "πάσῃ τῇ τῶν Αἰγυπτίων σοφίᾳ," ἀλλ' ὡς οὐδὲν ὅλως εἰδὼς, καίτοι λίαν ὢν ἐν ἐκείνοις σοφὸς, τοῖς θεόθεν λόγοις εἰς ἀμείνονα γνῶσιν ἐπαιδεύετο, ἐλεγχομένης ὡς ἀδρανοῦς δηλονότι τῆς τοῦ κόσμου σοφίας, διὰ τῆς θειοτέρας καὶ κρείττονος, καθ' ἣν ἤτοι δι' ἧς τὰ ἐπὶ Χριστῷ μυσταγωγούμεθα, τὴν ἄνωθεν ὄντως καὶ παρὰ Θεοῦ κομιζόμεθα σύνεσιν. Χριστὸς οὖν ἄρα τὸ ἐν πᾶσι τελείως ἀγαθὸν, ἓν δὲ τῶν πάντων καὶ ἡ σοφία καὶ ἡ σύνεσις, ἐφ' ᾗ τὸ λαμπρὸν οὐ διδακτῶς, ἀλλ' ἔμφυτον ἔχων νοεῖται. καὶ γοῦν ὁ προφήτης που περὶ αὐτοῦ φησιν Ἡσαΐας "Ὅτι πρὶν ἢ "γνῶναι τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ "ἐκλέξασθαι τὸ ἀγαθόν." καὶ οὐ δήπου νομιοῦμεν ἀφραίνοντες, ὡς ἐν διακρίσει λογισμῶν, ἤτοι κατὰ τὴν τοῦ βελτίονος αἵρεσιν τὸ μὲν φαῦλον ἀποτρέπεσθαι τὸ δὴ θεῖόν τε καὶ οὐράνιον γέννημα, προσίεσθαι δὲ μᾶλλον τὸ ἀγαθόν· ἀλλ' ὥσπερ ἂν εἴ τις λέγοι περὶ τοῦ πυρὸς, ὅτι ἀπειθεῖ τῷ ψυχρῷ, τὸ εἶναι ψυχρῶν οὐ καταδεχόμενον, οὐχ αἵρεσιν ἐν αὐτῷ τὴν ἐκ θελημάτων σημαίνει, φύσεως δὲ μᾶλλον ἑδραιοτάτην εἰς τὸ ἴδιον στάσιν· οὕτω καὶ ἐπὶ Χριστοῦ. φυσικὰ γὰρ ἐν Θεῷ πάντα τὰ ἀγαθὰ, καὶ οὐκ ἔξωθεν ἐπεισκρίνεται· οὕτω δὲ ἦν ἐν αὐτῷ καὶ ἡ σοφία, μᾶλλον δὲ αὐτὸς ἦν ἡ πηγὴ κυρίως τε καὶ ἰδικῶς σοφία, δι' ἧς τὰ ἐν μεθέξει σοφὰ κατὰ μέρος, οὐράνιά τε καὶ ἐπίγεια λογικὰ κτίσματα. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με. Ἀληθὲς ὄντως ὑπάρχον τὸ ὑπό του τῶν σοφῶν ἀναγεγραμμένον εὑρήσομεν "Ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν