Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.601
Not analysed yet
πόνων, καὶ γυμνάσμασι τοῖς διὰ λόγων ἐντρυφᾶν, λαμπρόν τε λίαν ἐστὶ, καὶ εἰς νῆψιν ἕτοιμον ἀγαθὴν, λόγων δὲ καὶ σοφῶν εὑρημάτων παράθεσιν οὐ μετρίαν ἔχον εὑρίσκεται. καταπλήττονται τοιγαροῦν οἱ Ἰουδαῖοι, προσέχοντες οὔπω μὲν ὡς Θεῷ κατὰ φύσιν, ἔτι δὲ ὡς ἀνθρώπῳ ψιλῷ τῷ Σωτῆρι Χριστῷ, καὶ ὅτι πλουτεῖ καὶ ἐν σοφίᾳ θαυμάζουσι, τὴν τούτου πρόξενον μάλιστα, τὴν ἐν τοῖς ἀναγνώσμασι γυμνασίαν, οὐκ ἔχων, διὰ τὸ ἀδιδάκτως εἰδέναι γράμματα. οὐκοῦν ἀνοίας Ἰουδαϊκῆς καὶ τοῦτο μετὰ τῶν ἄλλων τὸ κατηγόρημα· ἢ γὰρ ἂν οὐδὲν αὐτοῖς ἐδόκει παράδοξον τὸ μὴ δεῖσθαι γραμμάτων τὴν ἁπάντων τεχνῖτιν σοφίαν, τουτέστι, τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, ὃς ἦν ἐν αὐτοῖς ἐν ἀνθρώπου διαλανθάνων σχήματι. Ἐπιτηρητέον δὲ πάλιν ἐκεῖνο χρησίμως. ζητοῦντες μὲν γὰρ τὸν Ἰησοῦν ἐν τοῖς ἀνωτέρω λέγουσι "Ποῦ ἐστιν "ἐκεῖνος;" ὡς ἐκ μόνων εἰδότες αὐτὸν τῶν θαυμάτων· τίς δὲ ἀκριβῶς, ἢ τίνος, ἢ πόθεν οὔπω σαφῶς ἐπιστάμενοι· ἐν δὲ τούτοις οὐχ ὅπως ἠγνοηκότες τι τῶν κατ' αὐτὸν, ἀλλ' ὡς πάντα σαφῶς ἐπιστάμενοι, λέγουσιν, ὅτι καὶ οἶδε γράμματα μὴ μεμαθηκώς. οὐκοῦν ἡ ἐπ' αὐτόν τε ζήτησις παρὰ τῶν ἀγελαίων ἀσημοτέρα, καὶ παρὰ τῶν οὐκ εἰδότων αὐτὸν ἀκριβῶς, τό "Ποῦ ἐστιν ἐκεῖνος" ἀνεφωνεῖτο καταφρονητικῶς· παρὰ δὲ τῶν εἰδότων, τὸ ἕτερον. ἀγριωτέραν οὖν ἄρα τῶν ἐν ἀγνοίαις οἱ μὴ ἀγνοοῦντες ἀποτίσουσι δίκην· τοῖς μὲν γὰρ τὸ μὴ εἰδέναι παραίτησις, τοῖς δὲ τὸ εἰδέναι κατάκριμα. διὰ τοῦτο καὶ κρεῖττον εἶναι λέγεταί τισι τὸ μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας· ἐν γὰρ τῷ εἰδέναι μείζων ἡ κόλασις, ὅτι "φιλήδονοι μᾶλλον ἢ φιλόθεοι." ὁ μὲν οὖν Ἰησοῦς, κατὰ τὴν τῶν Ἰουδαίων ἐπαπόρησιν, ᾔδει γράμματα