Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.604
Not analysed yet
στατον, ἐξ ὧν ἔδει μάλιστα ποιεῖσθαι τὴν ἀπόδειξιν. συνέσεως γὰρ πέρι καὶ φιλομαθίας τῆς δίχα γραμμάτων ὁ λόγος ἦν τοῖς ἐκεῖνα διενθυμουμένοις. ἑαυτῷ τοιγαροῦν τοῦτο δεικνύειν ἐνυπάρχον ἐχρῆν, καθάπερ ἀμέλει καὶ τῷ Πατρί. τίς οὖν ὁ τῆς ἀποδείξεως τρόπος; ἀπὸ τοῦ τὴν ἴσην ἔχειν ἐκείνῳ σοφίαν, εἰ καὶ ὅτι μάλιστα κατὰ τὸν ἀληθῆ τε καὶ σώφρονα λογισμὸν, αὐτός ἐστιν ἡ σοφία καὶ ἐκ Θεοῦ Πατρὸς, ᾧ καὶ κατὰ πάντα προσεοικὼς ταυτὰ διδάσκειν ἐκείνῳ φησὶ, κατ' οὐδένα τρόπον ἐξηλλαγμένως. ἢ γὰρ διὰ τὸ εἰς ἄκρον ἐξωμοιῶσθαι τῇ τοῦ Πατρὸς διδαχῇ τὴν ἑαυτοῦ, ταύτην εἶναι τὴν ἐκείνου φησὶν, ἢ διὰ τὸ αὐτὸν εἶναι τὴν σοφίαν τοῦ Πατρὸς, δι' ἧς τὰ πάντα λαλεῖ καὶ νομοθετεῖ, αὐτοῦ καὶ τὴν διδαχὴν εἶναι φησίν· ὁμοῦ δέ τι πρὸς τούτῳ καὶ ἕτερον οἰκονομεῖ, πρὸς δὲ τὴν τῶν παιδευομένων σωτηρίαν οὐ μετρίως λυσιτελοῦν. ἐπειδὴ γὰρ ἄνθρωπον ὁρῶντες, διὰ τὴν ἀπὸ γῆς σάρκα οὐκ ἐδέχοντο τὸν λόγον ὡς παρὰ Θεοῦ, πιθανὴν δέ τινα διὰ τοῦτο νοσεῖν ἐδόκουν τὴν ἀπείθειαν, ἀνατίθησι χρησίμως τῷ Θεῷ καὶ Πατρὶ τὴν διδασκάλιαν, ὁμοῦ καὶ πρᾶγμα λέγων ἀληθὲς, καὶ φόβῳ τοῦ θεομάχους εἶναι δοκεῖν ἀντιτείνοντας ἔτι τοῖς ἄνωθεν ὁρισμοῖς, καταδέχεσθαι πείθων τὰ λεγόμενα. Ἰστέον δὲ ὅτι διὰ τοῦ πάλιν ἀπεστάλθαι λέγειν, οὐκ ἐν δευτέροις τῆς τοῦ Πατρὸς ἀξίας ἑαυτὸν ὄντα δεικνύει· οὐ γὰρ δουλοπρεπῆ νοητέον τὴν ἀποστολὴν, εἰ καὶ ὅτι μάλιστα τὴν τοῦ δούλου μορφὴν ἠμφιεσμένος, ἀνεγκλήτως ἂν λέγοι καὶ ταῦτα περὶ ἑαυτοῦ. ἀπεστάλη δὲ οὕτως ὡς λόγος ἐκ νοῦ, ὡς ἀπαύγασμα τὸ ἡλιακὸν ἐξ αὐτοῦ. ταῦτα γάρ πως ἐστὶ τῶν ἐν οἷς εἰσιν ἐκφαντικὰ, διὰ τοῦ προκύπτειν ἐπὶ τὸ ἔξω δοκεῖν, πλὴν τοῖς ἀφ' ὧν εἰσιν ἐνυπάρχοντα φυσικῶς καὶ ἀδιαστάτως. οὐ γὰρ ἐπειδήπερ ἐξεδόθη λόγος ἐκ νοῦ,