Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.605
Not analysed yet
καὶ ἀπαύγασμα τυχὸν ἐξ ἡλίου, διὰ τοῦτο χρὴ πάντως οἴεσθαι τῶν ἐκβεβηκότων ὑπάρχειν ἔρημα τὰ γεννήσαντα, μᾶλλον δὲ κἀκεῖνα ἐν τούτοις, καὶ ταῦτα δὲ ἐν ἐκείνοις ἐνυπάρχοντα πάλιν ὀψόμεθα. ἄλογος γὰρ οὐκ ἔσται ποτὲ νοῦς, ἀλλ' οὐδὲ λόγος οὐκ ἔχων τὸν ἐν αὐτῷ μορφωθέντα νοῦν. ἀναλόγως δὲ τούτῳ καὶ τὸ ἕτερον ἐκληψόμεθα. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ἀζητήτως μὲν ἔδει καὶ παντὸς ἐνδοιασμοῦ δίχα τοὺς τῆς ἀληθείας παραδέξασθαι λόγους, καὶ τὸ ἅπαξ εἰρημένον, μὴ ἑτέρως ἔχειν δύνασθαι πιστεύειν, ἢ ὥσπερ ἂν εἶναι διωρίσατο. πλὴν οὐκ ἀναπόδεικτον ἐᾷ διὰ τοὺς ἀπειθοῦντας τὸ λεγόμενον, ἐναργεστάτην δὲ αὐτῷ καὶ σαφῆ λίαν ἐπάγει τὴν λύσιν, τέχνῃ πολλῇ κεράσας τοῦ λόγου τὸ σχῆμα. καὶ τίς ἡ τέχνη, τίς δὲ τῆς οἰκονομίας ὁ λόγος, ἐροῦμεν πάλιν. ἐζήτουν αὐτὸν ἀποκτεῖναι διὰ τὸν πάρετον, τὸν ἐν τῷ σαββάτῳ θεραπευθέντα φημί. ὁμοῦ τοιγαροῦν ἠρέμα καὶ ὑποπλήττει διανοουμένους ἤδη κατ' αὐτοῦ τὸ δεινὸν, καὶ τὴν ἐπ' αὐτῷ μιαιφονίαν ὠδίνοντας διελέγχει σαφῶς, ὡς ἐπιθυμεῖν ἑλομένους πληροῦσθαι τὸ αὐτοῖς μᾶλλον ἤπερ τὸ τῷ νομοθέτῃ δοκοῦν. εἴσεσθε γὰρ τότε δὴ μάλιστα, φησὶ, τὴν παρ' ἐμοῦ διδαχὴν, ὅτι τοῦ Θεοῦ καὶ Πατρός ἐστιν, ἐπὰν βούλοισθε τοῖς ἐκείνου μᾶλλον ἤπερ τοῖς οἰκείοις ἀκολουθῆσαι θελήμασι. θέλημα δὲ τοῦ νομοθέτου καὶ Θεοῦ, τὸ μιαιφονίας ἐξίστασθαι παντελῶς. τότε γὰρ τότε, φησὶν, οὐκ ἀδίκῳ μίσει προκατειλημμένοι, οὐδὲ τρόπῳ θηριοπρεπεῖ πρὸς οὐκ εὐκαίρους ὀργὰς ἐξωθούμενοι, διαγνώσεσθε σαφῶς, πότερον ἐκ Θεοῦ ἐστιν ὁ τῆς ἐμῆς διδαχῆς λόγος, ἢ ἀπ' ἐμαυτοῦ λαλῶ. οὐκοῦν τῷ χρησίμῳ συναναπλέξας τὸν ἔλεγχον,