Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.607
Not analysed yet
παίδευσιν, ἀλλὰ τοῖς ἐν τύπῳ σκιαγραφουμένοις, καθάπερ τι χρῶμα περιφανέστερον, ἐπαλείφειν τὴν ἀλήθειαν. εὐμεταχειρίστως δὲ σφόδρα τὰς τῶν Ἰουδαίων εὐνοίας ἐξωνούμενος, ἀνατίθησι τῷ Θεῷ τε καὶ Πατρὶ τιμήν τε καὶ δόξαν. ἐπειδὴ γὰρ οὐκ εἰδότες Ἰουδαῖοι τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, παρὰ μόνου τοῦ Πατρὸς ᾤοντο δεδόσθαι τὸν νόμον, εἰκότως αὐτὸν καὶ δοξάζεσθαι μὲν σωζομένου τοῦ νόμου διισχυρίζετο, καὶ τὸ ἐναντίον ὑπομένειν, εἰ μὴ φυλάττοιτο κατὰ λόγον. ἀλλ' εἰ καὶ τῆς δόξης τοῦ Πατρὸς κοινωνός ἐστιν ὁ Υἱὸς, καὶ δι' αὐτοῦ πρὸς Μωυσέα λελάληκεν ὁ Θεὸς καὶ Πατὴρ, ὅμως ταῖς ἐκείνων ὑπονοίαις οἰκονομικῶς συναινεῖ· ἐν δὲ τῷ μηδὲν ἀφ' ἑαυτοῦ λαλεῖν, ὃ μὴ τῷ νόμῳ δοκεῖ, οὐ πάντως τὴν ἰδίαν ἐπείγεσθαι δόξαν οἰκοδομεῖν ὁμολογεῖ, ἀλλὰ τὴν τῷ νόμῳ χρεωστουμένην. Πρὸς δέ γε τούτῳ, κἀκεῖνο θεωρητέον. πλαγίως γὰρ ἔτι καὶ ἐπεσκιασμένως ὑποπλήττει τοὺς Ἰουδαίους, περιπίπτοντας μὲν οἷς ἐγκαλοῦσιν ἀμαθῶς, ἑαυτοῖς δὲ μᾶλλον, ἤπερ τῷ πάντων δεσπότῃ Θεῷ τὴν δόξαν ἁρπάζειν κατειθισμένους, καὶ ὅπως, ἐρῶ. ἀποκλίνοντες γὰρ τῶν τοῦ νόμου διαταγμάτων, ἐπὶ τὸ δοκοῦν ἕκαστοι κατεφέροντο, "διδάσκοντες," καθὰ γέγραπται, "διδασκαλίας ἐντάλματα ἀνθρώπων." ἐπὶ τούτῳ πάλιν εὐφυῶς παρανομοῦντας ἐλέγχει Χριστὸς, καὶ εἰς αὐτὸν πλημμελοῦντας τὸν νομοθέτην, δι' ὧν οὐ τοῖς ἐκείνου διαζῆν ὁρισμοῖς, προσκεῖσθαι δὲ μᾶλλον ταῖς παρ' αὐτῶν διδασκαλίαις τοὺς ἀκροωμένους ἀνέπειθον. οὐκοῦν, κἂν ἀδιορίστως ἔτι καὶ ἀπολελυμένως λέγῃ Χριστός Ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, τῆς τῶν Φαρισαίων ἀπονοίας ἐλέγχει τὴν νόσον, ὡς διὰ τοῦ μᾶλλον τὰ οἰκεῖα βούλεσθαι λαλεῖν τὴν τοῦ νομοθέτου κλέπτοντας δόξαν, καὶ περιπλανῶντας εἰς ἑαυτοὺς τὰ τῷ Θεῷ χρεωστούμενα,