Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.608
Not analysed yet
ἀφυλάκτως τε διὰ τοῦτο λοιπὸν καὶ φονεύειν αὐτὸν ἤδη βουλεύεσθαι. διὰ γάρ τοι τοῦτο μάλιστα παρανομοῦντας ἐλέγχει, πρόφασιν τοῦ λόγου ποιησάμενος οἰκονομικῶς, τὸ τηρεῖν ἐπείγεσθαι τὸν νόμον, διά τε τούτου τιμᾶν τὸν Θεὸν καὶ Πατέρα. ὁ δὲ ζητῶν φησιν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. ὡς τοῦ μὴ ζητοῦντος τὸ τοῦ Θεοῦ μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον, οὔτε ὄντος ἀληθοῦς, ἀλλὰ καὶ λίαν ἀδικωτάτου· οὐκ ἔστι μὲν γὰρ ἀληθὴς, ὡς συκοφαντῶν τὸν νόμον καὶ τὸ οἰκεῖον θέλημα παρεισφέρων αὐτῷ· ἀδικώτατος δὲ, ὡς τὸ τοῦ νομοθέτου δίκαιον κρῖμα παρωσάμενος, καὶ ἐν ἀμείνοσι τῶν δεσποτικῶν τὰ οἰκεῖα τιθείς. δίκαιος οὖν ἄρα καὶ ἀληθὴς ὁ Χριστὸς, οὐδενὶ τῶν εἰρημένων ὑποπίπτων ἐγκλήματι. Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι; Διὰ πολλῶν εὑρημάτων ἐφ' ἕνα συντρέχει σκοπὸν τοῦ Σωτῆρος ὁ λόγος. πλαγίως μὲν γὰρ ἐν τοῖς προλαβοῦσιν ὑπελέγξας τοὺς Φαρισαίους, ὡς προσῆκεν, οἰομένους, οὐχὶ τοῖς θεόθεν διατεταγμένοις καταπείθεσθαι δεῖν, ἀλλὰ γνώμας εἰσηγεῖσθαι τὰς ἑαυτῶν, θηρᾶσθαι δὲ μᾶλλον ἐπείγεσθαι τὴν παρὰ τῶν ὑπηκόων τιμὴν, καὶ οὐ τῷ πάντων ἀνατιθέντας Δεσπότῃ, ἀλλ' εἰς τὸ σφῶν αὐτῶν περιέλκοντας πρόσωπον, ὡς ἐντεῦθεν ἤδη καὶ παρανομεῖν ἀποτολμᾶν εὐπετέστερον, ἑτέρῳ πάλιν καὶ δριμυτάτῳ χρησάμενος τρόπῳ, γυμνὸν αὐτοῖς ἤδη καὶ ἀκατακάλυπτον ἐξαρτύει τὸν ἔλεγχον. ἐπὶ γὰρ τῇ τοῦ σαββάτου λύσει κρινόμενος, καὶ παρανομίας ἀδικωτάτην ὑπομένων ἐπ' αὐτῷ τὴν γραφὴν, οὐ καθ' ἕνα λοιπὸν πλημμελοῦντας εἰς τὸν νόμον, ἀλλ' ἤδη σύμπαν τὸ τῶν Ἰουδαίων ἔθνος παρ' οὐδὲν ὅτι πεποίηται τὰ Μωυσέως