Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.622
Not analysed yet
δοθησομένης παρὰ Χριστοῦ, ἣν καὶ γῆν ζώντων ἀπεκάλεσεν ὁ Δαυεὶδ, πειρᾶται δεικνύειν ὁ σοφώτατος Παῦλος, ὅτι τύπος ἦν ἐκείνη τῆς προσδοκωμένης κατακληροδοτηθεῖσα τότε τοῖς υἱοῖς Ἰσραὴλ τοῖς Ἰησοῦ διατάγμασιν. ὅτι γὰρ εἰς τύπον τῆς ἀληθείας ἐκεῖνα λαμβάνεται, διελέγχει γοργῶς, ἀποδεικτικὸν τοῖς εἰρημένοις ἐπάγων συλλογισμόν. λέγει δὲ οὕτως "Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ "πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπιστίαν, πάλιν "ὁρίζει τινὰ ἡμέραν Σήμερον ἐν Δαυεὶδ λέγων, μετὰ τοσοῦ"τον χρόνον, καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς "αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν "τῷ παραπικρασμῷ. εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, "οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας." ὁρᾷς ὅπως τὸ δοκοῦν ἀντιπίπτειν ἔλυσε γοργῶς; εἶπε γὰρ ἄν τις εὐθὺς πρὸς ἐκεῖνα τοῖς τῶν Ἰουδαίων ἐπαγωνιζόμενος λόγοις „Τί οὖν, ὦ βέλτιστε, φῄς; οὐκ εἰσκεκόμικεν ὁ Ἰησοῦς τὸν „λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας; οὐ κατέπαυσαν καὶ „ἐσαββάτισαν ἐν αὐτῇ; “ναί φησιν, ἀλλ' ὡς ἐν τύπῳ τῶν ἀληθινῶν καὶ μιμήματι. εἰ γὰρ ἐν τούτοις καὶ μόνοις ἡ τοῦ Θεοῦ χάρις, καὶ τῆς ἐπαγγελίας τῆς παρ' αὐτοῦ τὸ μέτρον περιορίζεται, καὶ πεπλήρωται τῷ Ἰσραὴλ ἐν ἐκείνοις τὰ ἐν ἐλπίσι, δηλοῖ δὲ πρὸς τούτοις ἕτερον οὐδὲν τὸ γράμμα τὸ νομικὸν, κατὰ τίνα δὴ τρόπον, ὡς μή που καταπαύσαντος αὐτοὺς Ἰησοῦ, πάλιν ἕτερος διὰ τοῦ μακαρίου Δαυεὶδ ὁ τῆς καταπαύσεως ὁρίζεται καιρὸς, καίτοι τοσούτοις ὑστερίζοντος χρόνοις; σοφῶς οὖν ἄρα καὶ λίαν ἐμφρόνως τύπον ἐπιδείξας καὶ εἰκόνα πραγμάτων πνευματικῶν τὰ ἐν ταῖς ἱστορίαις κείμενα, τὸν κεκρυμμένον ἔτι καὶ διαλανθάνοντα λόγον ἐπὶ τῷ σαββάτῳ καταλαμπρύνει, προστιθείς "Ἄρα ἀπολείπεται "σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. ὁ γὰρ εἰσελθὼν εἰς τὴν