Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.621
Not analysed yet
Ἐπιτήρει δὲ ὅπως ἀποφατικῶς μέν φησιν ὁ νομοθέτης, τό Οὐ προσκυνήσεις θεοῖς ἑτέροις· τὸν δὲ ἐπὶ τῷ σαββάτῳ θεσμὸν γείτονα τούτῳ τιθεὶς τό Μνήσθητι λέγει, καὶ διὰ ποίαν αἰτίαν; ὅτι τοῦ μὲν μὴ προσκυνεῖν θεοῖς ἑτέροις ἤδη παρῆν ὁ καιρός. διὰ γάρ τοι τοῦτο καὶ ἐνεργοὺς εἶναι περὶ αὐτὸ παραχρῆμα διεκελεύετο, διὰ μνήμης δέ πως κατιδεῖν τὰ ἐσόμενα, καὶ τὰ ἐν τύποις ἔτι ζωγραφούμενα ταῖς ἐννοίαις προαναθεωρεῖν ἐνεδέχετο· εἶτα πρὸς τούτῳ κἀκεῖνο περισκεπτέον· εὖ γὰρ δὴ καὶ μάλα διατεταχὼς τὰ ἐπὶ τῇ πίστει παθήματα, τίθησιν εὐθὺς τῆς ἐπὶ τέλει τῶν αἰώνων ἐπαγγελίας τὴν μνήμην, εἶτα λοιπὸν τοὺς ἑτέρους ὁρίζει νόμους, τό "Τίμα, φημὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου," καὶ τό Οὐ φονεύσεις, καὶ τὰ λοιπὰ, ἵνα μὴ ἐξ ἔργου δικαιοῦσθαι νομίζωμεν, μηδὲ τῶν οἰκείων πόνων καρπὸν τὴν ἄφθονον τοῦ Θεοῦ μεγαλοδωρεὰν, ἀλλ' ἐκ πίστεως μᾶλλον ἑαυτοῖς ἔσεσθαι προσδοκήσωμεν. διὰ τοῦτο πρὸ τῶν νόμων τῆς κατ' εὐσέβειαν πολιτείας, γείτων εὐθὺς τῇ πίστει τῶν ἐν ἐλπίσιν ἀγαθῶν ἡ χάρις εἰσβέβηκε. Σημαίνει τοιγαροῦν ἡ κατὰ τὸ σάββατον ἀργία τὴν ἐν ἀναπαύσει καὶ ἁγιασμῷ τῶν ἁγίων ζωὴν, ὅτε δὴ σύμπαν ἀποδυσάμενοι τὸ λυποῦν, καὶ πόνου παντὸς καταλήξαντες, τοῖς θεόθεν ἐντρυφήσουσιν ἀγαθοῖς. καὶ γοῦν ὁ μακάριος Παῦλος, ὅτε τοὺς περὶ τούτων ἡμῖν ἐποιεῖτο λόγους, καὶ τὸν ἐπὶ τῷ σαββατισμῷ τοῦ λαοῦ διερευνήσασθαι τρόπον ἄριστά τε ποιῶν ἐδοκίμαζεν, οὕτω φησί "Τίσι δὲ ὤμοσε "μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς "ἀπειθήσασι; καὶ βλέπομεν, ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν "διὰ ἀπιστίαν." ἐπειδὴ γὰρ ᾤοντό τινες ἐκείνην εἶναι τῆς καταπαύσεως τὴν γῆν, εἰς ἣν ἐβάδιζον τῆς τῶν Αἰγυπτίων ἐκκεχωρηκότες, καίτοι ληφθεῖσαν εἰς τύπον τῆς τοῖς ἁγίοις