Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.624
Not analysed yet
βλέποντα. διά τοι τοῦτο καὶ τοῖς λίθοις τοῖς ἀναισθήτοις, ἅτε δὴ καὶ ἁλοὺς ἐπ' ἀναισθησίᾳ πολλῇ, παρὰ τῶν κολαζόντων ἐβάλλετο, γραφομένην ἔχων ἐν τῇ τιμωρίᾳ τὴν ποιότητα τοῦ τρόπου. ὅτι μὲν οὖν τότε τὴν βδελυρὰν ἁμαρτίαν οὐκ ἐργασόμεθα, δῆλον, ἀλλ' οὐδὲ τὸ ὠφελοῦν ἱδρῶτι κατορθώσομεν· καὶ ὀψόμεθα πάλιν ὡς ἐν αἰνίγματι καὶ τοῦτο δηλούμενον ἐν βιβλίοις τοῖς Μωυσαϊκοῖς. δρόσου μὲν γὰρ δίκην ἐπηφίει τὸ μάννα τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἐρήμῳ Θεὸς, καὶ δέδωκεν ἄρτον ἀγγέλων αὐτοῖς, κατὰ τὸ γεγραμμένον· εἶτα καὶ νόμον ἐπ' αὐτῷ διωρίζετο διὰ τοῦ πανσόφου Μωυσέως· προσεφώνει γὰρ οὕτως "Φάγετε σήμερον· ἔστι "γὰρ σάββατα σήμερον τῷ Κυρίῳ, οὐχ εὑρήσετε ἐν τῷ "πεδίῳ· ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ "σάββατα, οὐκ ἔστιν ἐν αὐτῇ." ὑποδηλοῖ γὰρ, ὅτι πρὸ μὲν τῆς τῶν αἰώνων συστολῆς, πόνῳ τὸ ὠφελοῦν καὶ τὸ ἀποτρέφον ἡμᾶς εἰς ζωὴν τὴν αἰώνιον συναγείρειν ἀκόλουθον, ὡσπεροῦν ἐκεῖνοι τὴν πλατεῖαν περιθέοντες ἔρημον, ἁπανταχόθεν εἰς τροφὴν τὸ μάννα συνεκομίζοντο· ἐν δὲ τῇ ἑβδόμῃ, τουτέστιν, ἐπὶ τέλει λοιπὸν, ὁ μὲν τῆς τῶν χρησίμων συλλογῆς ἐξοίχεται καιρὸς, τοῖς δὲ ἤδη προπεπορισμένοις ἐντρυφήσομεν, κατὰ τὸ εἰρημένον διὰ τοῦ ψαλμῳδοῦ "Τοὺς "καρποὺς τῶν πόνων σου φάγεσαι." Ὁ μὲν οὖν νομοθέτης καὶ Θεὸς, οὐ ταῖς σκιαῖς ἐφηδόμενος, ἀλλ' εἰς αὐτὴν ἤδη τὴν τῶν πραγμάτων εἰκόνα προαναβλέπων, διηγγέλλετο μὴ δεῖν ἐν σαββάτῳ πονεῖν. ἀλλ' ὑπερφρονήσαντές τινες τοῦ διορισθέντος αὐτοῖς ἐπὶ τούτῳ νόμου, καὶ ῥιψοκινδύνως τῷ πάντων Δεσπότῃ προσκρούειν οὐ παραιτούμενοι, τὸ μὲν ὅτι προσήκοι βαδίζειν συγκομισο-