Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.625
Not analysed yet
μένους τὸ μάννα καὶ ἐν σαββάτῳ διεγνώκεσαν, καὶ οὐκ ἐν βουλαῖς τὸ τόλμημα μόναις, ἀλλ' εἰς ἔργον ἤδη τὸ δοκοῦν διεξήγετο. ἐπισκήπτει τοιγαροῦν διὰ τοῦτο πάλιν αὐτοῖς ὁ νομοθέτης καί φησιν "Ἕως πότε οὐ βούλεσθε εἰσακούειν "τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; ἴδετε, ὁ γὰρ Κύριος "ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην σάββατα· διὰ τοῦτο αὐτὸς "δέδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθί"σεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ὑμῶν ἐκπο"ρευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ." ὁρᾷς ὅπως τὴν ἱδρῶτος καὶ πόνου παντὸς ἐλευθέραν ἡμῖν προαναπλάττων ζωὴν ἐν ταῖς κατὰ τύπον ἀργίαις, δρᾶν οὐδὲν ὅλως ἐφίησιν ἐν σαββάτῳ; συλλέγειν μὲν γὰρ οὐκ ἐᾷ, προσεπιτάττει δὲ τούτῳ, καὶ τὸ χρῆναι τὸν οἶκον ἀφέντα μηδαμόσε χωρεῖν, ἀλλ' ἐκ τῶν ἰδίων μὴ ἐκπορεύεσθαι τόπων. καὶ τί πάλιν ἡμᾶς διὰ τούτου βούλεται μαθεῖν, ἐκθησόμεθα, συγγενὲς αὐτῷ καὶ ὡσαύτως ἔχον παραθέντες ῥητόν. προσελάλει τοιγαροῦν ὁ μακάριος προφήτης Ἱερεμίας τοῖς Ἰουδαίοις ὡδί "Τάδε λέγει Κύριος Φυλάξατε τὰς ψυχὰς ὑμῶν "καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ "μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, καὶ μὴ ἐκφέ"ρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν "σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν "ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν "ὑμῶν." καὶ τί τὸ ἐντεῦθεν; εἰς ἕξιν ἡμᾶς προδιανιστὰς τὴν φιλάγρυπνον, φυλάττειν ἐπιτάττει τὴν ἰδίαν ψυχήν· οὕτω γὰρ ἂν ὑπάρξαι ῥᾳδίως καὶ τὸ δεῖν εἰσελάσαι λοιπὸν εἰς τὸν ἐν ἐλπίσι σαββατισμόν. ἀναφανεῖται δὲ ὅσα τοῖς τοῦδε τυχοῦσι τὰ ἀγαθὰ, διεσάφει καλῶς διὰ τῆς τῶν ἑτέρων