Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.627
Not analysed yet
ποιήσετε ἐν αὐτῇ, καὶ ἁγιάσετε τὴν ἡμέραν τῶν σαββάτων. καθάπερ ἤδη πολλάκις εἰρήκαμεν, ἀργίας τῆς ἐπ' ἀμφοῖν καὶ ἀναπαύσεως ὁ καιρὸς, καὶ ὅλος ἅγιος ἀνατεθειμένος εἰς ἑορτὴν τῷ Χριστῷ. Τὸ δὲ χρῆναι πάλιν ἡμᾶς ἐνεργεῖν μὲν ἐν σαββάτῳ μηδὲν, καταλύειν δὲ ὥσπερ καὶ ἀνεῖσθαι παντὸς τοῦ πρὸς ἱδρῶτα καλοῦντος καὶ πόνον, καὶ δι' ἑτέρων ἐπιγνωσόμεθα. ἐν μὲν γὰρ τῇ ἐξόδῳ φησίν "Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ "συνάξεις τὰ γεννήματα αὐτῆς· τῷ δὲ ἑβδόμῳ ἄφεσιν "ποιήσεις καὶ ἀνήσεις αὐτήν." ἐν δὲ τῷ Λευιτικῷ "Ὅταν "εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύ"σεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν σάββατα Κυρίῳ· ἓξ ἔτη "σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου "καὶ συνάξεις τὸν καρπὸν αὐτῆς· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ "ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα Κυρίῳ." τὴν μὲν γὰρ ἀναίσθητον τῶν πόνων οὐκ ἀνίησι γῆν, ἀλλ' οὐδὲ αὐτῇ κυρίως τὸν ἐπὶ τούτοις ἐχαρίζετο νόμον, τὸ δὲ μὴ χρῆναι πονεῖν διὰ τοῦ τὴν γῆν ἀνεῖναι τοῖς αὐτὴν κεκτημένοις ἐπραγματεύετο. πολυτρόπως γὰρ ἡμῖν τὴν ἐπὶ Χριστῷ κατεσήμαινεν ἑορτὴν, καθ' ἣν οἱ φόβῳ τῷ θείῳ συζήσαντες, εἰς παντελῆ καὶ ὁλόκληρον ἐλευθερίαν ἀναδραμοῦνται τὴν ἐν ἁγιασμῷ καὶ πλουσιωτάτῃ τοῦ Πνεύματος χάριτι. καὶ τοῦτο δὲ πάλιν δι' αὐτῶν εἰσόμεθα τῶν Μωυσαικῶν ἐνταλμάτων. ἔχει γὰρ οὕτως "Ὅταν πραθῇ σοι ἀδελφός σου ἢ ἡ ἀδελφή "σου, ὁ Ἑβραῖος ἢ ἡ Ἑβραία, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ "ἔτει τῷ ἑβδόμῳ ἄφεσις." οἱ γὰρ πάλαι τῇ ἁμαρτίᾳ δουλεύσαντες, καὶ ἡδονῇ τῇ πρὸς τὸ φαῦλον ἑαυτοὺς τρόπον τινὰ τῷ διαβόλῳ καταπωλήσαντες, δικαιωθέντες ἐν Χριστῷ διὰ τῆς πίστεως, εἰς τὸν ἀληθῆ καὶ ἅγιον ἀναβησόμεθα σαββατισμὸν, τὴν διὰ τῆς χάριτος ἐλευθερίαν ἠμφιεσμένοι, καὶ ἀγαθοῖς τοῖς θεόθεν λελαμπρυσμένοι.