Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.626
Not analysed yet
ἐπαγωγῆς. βαστάγματι μὲν γὰρ οὐκ ἐᾷ καταβρίθεσθαί τινας, ὡς οὐδενὸς ἔτι κατ' ἐκεῖνο καιροῦ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀναληψομένου φορτίον· ἁγιότητος γὰρ ὁ καιρὸς, οἰχομένης μὲν εἰς ἀναίρεσιν παντελῆ τῆς ἀρχαίας ἁμαρτίας, ἀνακαινιζομένης δὲ τῆς ἑκάστου ψυχῆς εἰς ἕξιν ἀκλινῶς τὴν φιλάρετον. ἀλλὰ καὶ τὸ ἔξω φοιτᾶν τῶν τῆς Ἱερουσαλὴμ οὐκ ἐφίησι πυλῶν. καὶ γὰρ δὴ κατὰ τὸν ἀληθῆ τε καὶ ὀρθῶς ἔχοντα λόγον οἰκήσει παγίως ὁ λαμπρὸς τῶν ἁγίων χορὸς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν οὐκ ἐκβήσεται πόλιν, ἔσται δὲ μᾶλλον διὰ παντὸς ἐν αὐτῇ καὶ πρὸς τὸ δύνασθαι δραπετεύειν οὐδαμῶς τῶν ἅπαξ δοθέντων ἀγαθῶν τῇ θείᾳ δυνάμει διακρατούμενος. "Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα "καὶ ἡ κλῆσις τοῦ Θεοῦ," κατὰ τὸν ἅγιον Παῦλον. ἐν δέ γε τῷ πάλιν εἰπεῖν Οὐκ ἐξελεύσεσθε ἕκαστος ἐκ τοῦ τόπου ὑμῶν, ἐκεῖνο δὴ μάλα σαφῶς ἔοικεν ὑποδηλοῦν. πολλαὶ μὲν γὰρ ὄντως αἱ μοναὶ παρὰ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· καὶ τούτου δὴ πάλιν λαμπρῶς ἀνεπλήρου τὸν τύπον ἡ ἁγία σκηνὴ, δέκα λαμβάνουσα τὰς αὐλὰς, καὶ δοθήσεται μὲν ἑκάστῳ κατὰ τὴν ἀξίαν καὶ ἀναλόγως τοῖς κατωρθωμένοις ἡ μονή· οἱ δὲ ὅλως ἐν κατασχέσει τῶν ἐκεῖσε σκηνωμάτων γεγενημένοι, διὰ παντὸς μὲν αὐτοὶ ἐνδιαιτήσονται, βαδιοῦνται δὲ οὐδαμῶς εἰς ἀπόπτωσιν τῶν ἐκ θείας αὐτοῖς ἀπονεμηθέντων δωρεᾶς. καὶ ἀληθὴς ἡμῖν ὁ μάρτυς εἰσβήσεται· λέγει γὰρ οὕτως ὁ προφήτης Ἡσαΐας περὶ τῶν τοιούτων διειληφώς "Οἱ ὀφθαλμοί σου ὄψονται "Ἱερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, "οὐδ' οὐ μὴ κινηθῶσιν εἰς τὸν αἰῶνα χρόνον." ἐν γὰρ τῷ μὴ σείεσθαι λέγειν τὰς ἐν τῇ πλουσίᾳ πόλει σκηνὰς, τὸ ἀμετάθετον τῆς ἐν αὐτῇ διαμονῆς καὶ ἐνδιαιτήσεως καταδηλοῖ. ἀλλὰ καὶ πρὸς τούτοις ἔτι, πᾶν ἔργον, φησὶν, οὐ