Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.629
Not analysed yet
νόμος, λέγοντος πρὸς Ἁβραὰμ τοῦ Θεοῦ "Σὺ τὴν διαθήκην "μου διατηρήσεις, καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς "γενεὰς αὐτῶν· καὶ αὕτη ἡ διαθήκη μου ἣν διαθήσω ἀνὰ "μέσον ὑμῶν καὶ ἐμοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου "μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται πᾶν ἀρσε"νικόν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας "ὑμῶν, καὶ ἔσται εἰς διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. "καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσε"νικόν." ὁρισάμενος δὲ τὸν ἐπὶ τούτῳ νόμον, καὶ ὅτι προσήκοι πάντως αὐτοὺς τῆς ἀκροβυστίας τὴν σάρκα περιτέμνεσθαι διατεταχὼς, οὐκ ἀζήμιον ἀποφαίνει τοῦ νόμου τὴν παράβασιν, μυστηρίου τύπον ἀναγκαιοτάτου τὸ πρᾶγμα δεικνύς· ἐπιλέγει γὰρ τούτοις ἐφεξῆς "Καὶ ἔσται ἡ διαθήκη "μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον· καὶ ἀπερίτ"μητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκρο"βυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ "ψυχὴ ἐκείνη ἐκ τοῦ σπέρματος αὐτῆς· ὅτι τὴν διαθήκην "μου διεσκέδασεν." ὁ μὲν οὖν θεσπέσιος Παῦλος σημεῖον ὥσπερ τι καὶ σφραγῖδα δεδόσθαι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τὴν περιτομὴν τῷ πατριάρχῃ διισχυρίσατο. σκοπὸς γὰρ ἦν, ὡς ἔοικεν, αὐτῷ καὶ περισπούδαστον ἐπιχείρημα, νομικοῦ παντὸς ἐπιτάγματος προανέχουσάν τε καὶ ἀρχαιοτέραν ἐπιδεῖξαι τὴν διὰ πίστεως κλῆσίν τε καὶ δικαιοσύνην. ἐδυσώπει γὰρ οὕτω μόλις τοὺς ἐξ Ἰσραὴλ καὶ συνέπειθέ πως εἰς τὸ μὴ παράβασιν ἡγεῖσθαι τοῦ νόμου τὴν διὰ πίστεως δικαιοσύνην, ἐπαναδρομὴν δὲ μᾶλλον εἰς τὸ ἀπ' ἀρχῆς, καὶ πρὸ νόμου παντός· ἀλλ' ἐν καιρῷ περιενεγκὼν εἰς τὸ τέως ὠφελοῦν καὶ τῷ παρόντι χρήσιμον τοῦ λόγου τὴν δύναμιν, ἕτερόν τινα πάλιν εἰδὼς τῆς περιτομῆς τὸν τρόπον εὑρίσκεται. τὸ γὰρ ἐν σαρκὶ καυχᾶσθαι φιλεῖν τοῖς Ἰουδαίοις