Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.630
Not analysed yet
ἀπομαθεῖν συμβουλεύων, ἐπιστέλλει πάλιν "Οὐ γὰρ ὁ ἐν "τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ "περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ "καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ "ἀνθρώπων ἀλλ' ἐκ τοῦ Θεοῦ." ἢ γὰρ οὐχὶ διὰ τούτων καὶ ὑποπείθει λοιπὸν εἰς ἑτέρας ἐννοίας ἐπ' ἐκείνῃ μεταβιβάζεσθαι, καὶ οὐ μέχρι τοῦ δεδόσθαι "σφραγῖδα τῆς ἐν ἀκρο"βυστίᾳ πίστεως," τὴν περιτομὴν τῷ προπάτορι, διενθυμεῖσθαι βούλεται, ἀλλά τι καὶ μεῖζον ἐπὶ τούτῳ νοεῖν καὶ πνευματικόν; Ζητητέον τοιγαροῦν καὶ περισκεπτέον οὐκ ἀνειμένως τίς ἡ ἐν πνεύματι περιτομὴ, τίνος δ' ἂν νοοῖτο σύμβολον ἡ ἐν σαρκὶ τελουμένη, καὶ διὰ ποίαν αἰτίαν οὐκ ἀδιαφόρως, ἐν ᾗπερ ἂν ἡμέρᾳ τύχοι, μόνῃ δὲ ἐν ὀγδόῃ περιτέμνεται ἄνθρωπος. ἔστι τοίνυν οὐδενὶ τῶν ὄντων ἀμφίβολον, ὡς ἐπείπερ ἡμῖν ὁ σκοπὸς συντείνεται πρὸς τὸ θέλειν συνδεῖσθαι τῷ Θεῷ διὰ μεσίτου Χριστοῦ, διὰ τοῦτο δὴ πάντως καὶ προκαθαίρεσθαι πρέπει, προαγνίζεσθαι διὰ τρόπου παντὸς τοὺς εἰς οἰκειότητα διὰ πίστεως ἀναβαίνοντας τῷ πανάγνῳ Δεσπότῃ. ληψόμεθα δὲ εἰς ἀρίστην τοῦ τοιοῦδε πράγματος εἰκόνα τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν ἅγιον Μωυσέα "Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον "αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια "ἑαυτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· "τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος "Σινᾶ." ἐν μὲν γὰρ τῷ προαγνίζεσθαι δεῖν, τὴν διὰ τρόπων ἐπιείκειαν ἐπιτηδεύειν βούλεται· ἐν δὲ τῷ χρῆναι τὰ ἄμφια περιπλύνειν αὐτοὺς, τὴν αὐτοῦ τοῦ σώματος ὑπεμφαίνει κάθαρσιν. ἄμφιον γὰρ ὥσπερ καὶ περιστολὴ τῆς ψυχῆς τὸ σῶμά ἐστιν.