Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.631
Not analysed yet
Οὐκοῦν ἐπειδήπερ· ἀναβήσομαι γὰρ ἐπὶ τὴν τοῦ λόγου πρώτην τε καὶ ἀναγκαιοτάτην ἀρχήν· προαγνίζεσθαι πάντως ἐχρῆν τοὺς εἰς οἰκειότητα τρέχοντας τῷ ἁγίῳ Θεῷ, κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·" σύμβολον ἁγνισμοῦ διὰ τῆς ἐν σαρκὶ περιτομῆς τοῖς ἀρχαιοτέροις ὡρίζετο· καὶ ὅπως, ἐροῦμεν. τὴν τῶν καθ' ἡμᾶς πραγμάτων διευκρινησάμενοι φύσιν, ἁμαρτίας ἁπάσης προβαδίζουσαν ἡδονὴν εὑρήσομεν· καὶ καλεῖ τις ἡμᾶς εἰς τὸ πλημμελεῖν ἐπιθυμία θερμὴ τῆς ἐνεργείας ἀεὶ προανίσχουσα, καὶ τὴν τῆς διανοίας σύνεσιν προαρπάζουσα, πείθουσά τε οὕτω λοιπὸν ἐπὶ τὴν τῶν αἱρεθέντων διεξαγωγὴν διὰ λειοτάτης ἔρχεσθαι τῆς ὁδοῦ. ἀληθῆ δέ πως ὄντα τὸν ἐπὶ τούτοις ἡμῶν λόγον ἀποφαίνει λέγων ὁ Χριστοῦ μαθητὴς, οὕτω βοῶν "Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ "πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει "δὲ αὐτὸς οὐδένα, ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας "ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία "συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα "ἀποκύει θάνατον." ὁρᾷς οὖν ὅπως ἐν ἐπιθυμίαις ταῖς ἐπί τισιν ἡ τῆς φαυλότητος προδημιουργεῖται γένεσις, καὶ ἐν ἐκτόποις ἡδοναῖς τὰ τῆς ἁμαρτίας προκυοφορεῖται σπέρματα; προστάττει τοιγαροῦν ὁ νομοθέτης καὶ Θεὸς ἐκείνῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος, ἐν ᾧ καὶ δι' οὗ τῶν ἡδονῶν ἡ γένεσις, τὸν περιτέμνοντα σίδηρον ἐπιφέρεσθαι, ἵνα δὴ μάθοις ὡς δι' αἰνίγματος, ὡς ἀμήχανον ἡμᾶς ὀφθήσεσθαί ποτε καθαροὺς, εἰ μὴ τοῦ θείου λόγου τὴν τομωτάτην ἐνέργειαν ἐν καρδίᾳ δεξάμενοι, καὶ εἰς νοῦν λαβόντες τὴν τοῦ Πνεύματος μάχαιραν, τὰς ἐφ' ἅπασι τοῖς αἰσχίστοις ἐπιθυμίας ἀποπεμψόμεθα, πράττοντες μὲν οὐδαμῶς τὰ ἐν