Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.633
Not analysed yet
δόσις, ἀλλὰ μετ' ἐκείνην ἐστὶν, ἤτοι κατ' αὐτὸν τῆς ἀναστάσεως τὸν καιρὸν, ὅτε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐνεφύσησε λέγων "Λάβετε Πνεῦμα Ἅγιον." Ἰουδαίοις μὲν οὖν ἡ διὰ σιδήρου πρεπωδεστέρα περιτομὴ, δοῦλοι γὰρ ἔτι καὶ ὑπὸ νόμον τὸν κολαστήν· κολάσεως δὲ σημεῖον ὁ σίδηρος· ἡμῖν δὲ ὡς ἐλευθέροις καὶ πνευματικοῖς ἡ διὰ Πνεύματος κάθαρσις, πάντα μὲν τῶν ἡμετέρων ψυχῶν ἐκπέμπουσα μολυσμὸν, τὸ δὲ τέλειον ἐν λαμπρότητι τῇ κατ' εὐσέβειαν διὰ πίστεως εἰσκομίζουσα. Ὅτι γὰρ διὰ τῆς ἀληθεστέρας καὶ πνευματικῆς περιτομῆς, τῆς κατ' εὐσέβειαν τελειότητος ἀποπληροῦται τὸ καύχημα, περισκεψάμενοι πάλιν τὰ ἐπὶ τῷ πατριάρχῃ Ἁβραὰμ γεγραμμένα, θεωρήσομεν. γέγραπται τοίνυν περὶ τοῦ προπάτορος Ἁβραὰμ, ὡς ἦν μὲν ἐτῶν ἐννέα καὶ ἐννενήκοντα τὸν ἀριθμὸν, ἐνομοθέτει δὲ τότε χρησίμως αὐτῷ τὴν περιτομὴν ὁ Θεὸς, σημεῖον ὥσπερ τι καὶ τοῦτο τιθεὶς ἐναργὲς, ὅτι πρόθυρον ὥσπερ καὶ προεισαγωγή τις ἐστὶ τῆς εἰς ἀρετὴν τελειότητος ἡ περιτομὴ, μᾶλλον δὲ οὐδὲ ὅλως ἀφίξεσθαί ποτε πρὸς τοῦτό τινα σαφῶς ὑποδηλῶν, μὴ τὴν ἐκ τῆς περιτομῆς σκιαγραφουμένην ἔχοντα κάθαρσιν· τελειότητος γὰρ σύμβολον ὁ ἑκατὸν ἀριθμός. πρὸ τῆς τελειότητος τοίνυν ἡ περιτομή. προβαδίζουσα γὰρ αὕτη πρὸς ἐκείνην ἡμᾶς ἀνακομίζει ῥᾳδίως. ἀλλ' οὐ μέχρι τούτων ἡμῖν τὰ ἐκ τῆς περιτομῆς περιορίζεται χρήσιμα, περιτομῆς δέ φημι τῆς ἐν πνεύματι· ἀλλ' ἤδη καὶ μόνοις αὐτὴν τοῖς κατὰ Χριστὸν ἐλευθέροις χρεωστουμένην εὑρήσομεν. ἐλεύθερος δὲ δήπου πάντως ἐστὶν ἐν Χριστῷ, τὴν μὲν ὑπὸ τῷ διαβόλῳ δουλείαν καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποσεισάμενος ὁ ἄνθρωπος, καὶ διαῤῥήξας μὲν τοὺς ἐκείνων δεσμοὺς, καθὰ γέγραπται, τὸ δὲ λαμπρόν τε καὶ ἀτυράννευτον τῆς δικαιοσύνης ἀναδησάμενος καύχημα, δικαιοσύνης δέ φημι τῆς ἐν πίστει Χριστοῦ.