Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.634
Not analysed yet
Ὅτι δὲ πρέπουσαν ἐλευθέροις μὲν τὴν ἐν ὀγδόῃ περιτομὴν εὑρήσομεν, δούλοις δὲ οὐκ ἔτι, τὴν ἱεράν τε καὶ θείαν περινοστοῦντες γραφὴν, κατ' οὐδένα πάλιν ἐνδοιάσομεν τρόπον. οὐκοῦν ὁ μὲν Ἰσμαὴλ, ὁ ἐκ θεραπαίνης τῆς Ἄγαρ τῷ πατριάρχῃ γεγεννημένος υἱὸς, περιετέμνετο μὲν, ἀλλ' οὐκ ἐν ὀγδόῃ, ἐν ἔτει δὲ μᾶλλον τῷ τρισκαιδεκάτῳ· γέγραπται γὰρ οὕτως, ὅτι περιέτεμεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ δέκα καὶ τριῶν ἐτῶν, ἵνα τὸν τῆς δουλευούσης Ἱερουσαλὴμ υἱὸν, τουτέστι τὸν Ἰσραὴλ, καὶ τῆς ὀγδόης ἐκπεσόντα καὶ τῆς δωδεκάτης, ὁ θεῖος ἡμῖν ἐπιδείξῃ λόγος. ἐκπίπτει μὲν γὰρ τῆς ὀγδόης, ὡς οὐκ ἐθελήσας προσδέξασθαι τῆς ἐν ὀγδόῃ γενομένης ἀναστάσεως τὸ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, δι' οὗπερ ἦν οὐκ ἀμφίβολον ὠφελουμένους εἰς πίστιν καὶ ἐν πνεύματι περιτέμνεσθαι. ἐκπίπτει δὲ πάλιν καὶ τῆς δωδεκάτης, ὡς ἐν αἰνίγματι τὸν ἱερὸν τῶν ἀποστόλων χορὸν ταῖς ἀπειθείαις ἐξωθούμενος, ἄγευστός τε καὶ παντελῶς ἀπείρατος τῆς παρ' ἐκείνων διδασκαλίας διατελεῖν προθυμούμενος. ὁ μὲν οὖν οἰκέτης ἐν τούτοις· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐλεύθερος Ἰσαὰκ ἐν ὀγδόῃ περιτέμνεται. οἱ γὰρ τῆς ἐλευθέρας ἐλεύθεροι παῖδες, τῆς ἄνω φαμὲν Ἱερουσαλὴμ, προσδεξάμενοι τὴν ὀγδόην, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ τὴν ἐν πνεύματι περιτομὴν πεπλουτήκασιν, ἁπάσης αὐτοὺς ἐλευθερώσασαν ἁμαρτίας, καὶ θανάτου μὲν ἀπαλλάττουσαν, ἐπειδὴ καὶ ἁμαρτίας, ἐξ ἧς καὶ δι' ἣν ὁ θάνατος, εἰς δὲ τὴν Χριστοῦ ζωὴν μεθορμίζουσαν. Ὅτι δὲ πάλιν πρὸς οἷς ἤδη φθάσαντες διειρήκαμεν, καὶ θανάτου λύσις καὶ φθορᾶς ἀνατροπὴ διὰ τῆς ἐν πνεύματι περιτομῆς εὑρίσκεται, θεωρήσομεν εὐκόλως, τὸ τῆς καλουμένης ἐξόδου πολυπραγμονοῦντες βιβλίον. Μωυσῆς μὲν γὰρ