Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.638
Not analysed yet
"ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας, καὶ περιέτεμε τοὺς "υἱοὺς Ἰσραήλ." ἐν γὰρ δὴ τούτοις ἡμῖν τὸ μὲν τῆς πέτρας ὄνομα, τὸ οἱονεὶ πεπηγός τε καὶ ἄθραυστον τοῦ Θεοῦ Λόγου· τὸ δὲ λεγόμενον ἀκρότομον, τὴν ἐν τῷ καθικνεῖσθαι λεπτῶς εἰς ἅπαντα δύναμιν καὶ τὴν ὀξυτάτην ἐνέργειαν αὐτοῦ δηλοῖ, ἐπεὶ καὶ Παῦλος ἡμῖν, ὁ τοῖς ἱεροῖς τε καὶ θείοις ἐντεθραμμένος γράμμασι "ζῶντα καὶ ἐνεργῆ, καὶ "τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον" τὸν θεῖον ἀποκαλεῖ λόγον, διικνεῖσθαί τε φησὶν αὐτὸν "ἄχρι μερισμοῦ "ψυχῆς καὶ πνεύματος." ὁ δὲ οὕτως λεπτὸς καὶ τομὸς, ἐν καρδίαις ταῖς ἡμετέραις διὰ τοῦ ἰδίου καθικνούμενος Πνεύματος, ἀπαλλάττει μὲν ἁπάσης ἀκαθαρσίας· περιτεμὼν δὲ, ὡς οὐκ ἔστιν εἰπεῖν, τὰ ἐφ' οἷς ἐσμεν τῆς ἐσχάτης βδελυρίας ἀνάπλεῳ, καὶ ἁγίους καὶ ἀμώμους ἀπεργάζεται. ὅρα γάρ μοι διαφανεστάτην ἐν τούτοις τὴν τῆς ἀληθείας εἰκόνα. ἔστι γὰρ ὁ μὲν περιτέμνων Ἰησοῦς, οἱ δὲ ὑπομένοντες τοῦτο παρ' αὐτοῦ, "πᾶν παιδίον νέον, καθὰ γέγραπται, ὅστις οὐκ οἶδε "σήμερον ἀγαθὸν ἢ κακόν." οἱ μὲν γὰρ τῆς Αἰγυπτίων ἐκδεδημηκότες, τῆς ἀπειθείας ὀψώνιον τὴν θείαν εἶχον ὀργὴν, καὶ πολυειδὴς αὐτοὺς κατὰ τὴν ἔρημον ἐξεδέχετο κόλασις, δόξαν εἰκότως τῷ πανάγνῳ Θεῷ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν αὐτῶν. οἱ δὲ αὖ μετ' ἐκείνους τῶν τῆς ἀπειθείας ἐγκλημάτων ἐλεύθεροι, τύπον ἀνεπλήρουν τοῦ νέου λαοῦ, ὡς καὶ τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ λαμβάνειν, κατοιχομένου πρὸς ἀπώλειαν, καθάπερ ἀρτίως ἐλέγομεν, τοῦ ἀρχαίου καὶ πρώτου λαοῦ, τουτέστι τοῦ Ἰσραήλ. περιτέμνεται γεμὴν ὁ εὐγενὴς καὶ νέος λαὸς, Ἰησοῦ διατάττοντος, πέραν τοῦ Ἰορδάνου, καθὰ γέγραπται. ἔχει γὰρ οὕτω καὶ τὰ ἐκ τῆς ἀληθείας θεωρού-