Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.637
Not analysed yet
ἐσομένης ἀναστάσεως ἀποκαλύπτων μυστήριον, ἀπαρχὴν μὲν τὸν Χριστὸν ἀναστήσεσθαι λέγει. καὶ γὰρ δὴ καὶ ἐγήγερται πρῶτος ἐκ νεκρῶν, ἀλλ' "ἔπειτα, φησὶν, οἱ τοῦ "Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ." πρὸ γὰρ τῶν ἄλλων ἁπάντων τοὺς οἰκειωθέντας αὐτῷ διὰ πίστεως δεῖ ἀναστήσεσθαι λέγει, χρεωστουμένην αὐτοῖς δὴ μάλιστα κυρίως τε καὶ ἰδικῶς ἐπιδεικνύων τὴν ἀνάστασιν, εἰ καὶ εἰς ὅλην διικνεῖται τὴν φύσιν, ἐξ ἀγαθότητος δηλονότι καὶ φιλανθρωπίας τοῦ παντελῶς καταργῆσαι τὸν θάνατον ἐθελήσαντος Θεοῦ. Ἐπιτήρει δὲ ὅπως οὐ σιδήρῳ περιτέμνει τὸ παιδίον ἡ Σεπφώρα· κολαστὴς γὰρ ὁ σίδηρος, καὶ τοῖς ὑπὸ νόμον τὸν κολάζοντα πρέπων· ἀλλὰ ψήφῳ, καθὰ γέγραπται, νοουμένῃ εἰς τύπον Χριστοῦ. τὸ γὰρ ἄθραυστόν τε καὶ στερεὸν ἐφ' ἅπασι τῆς τοῦ Μονογενοῦς φύσεως διὰ τούτου σημαίνεται. τοιγάρτοι καὶ ἀδάμαντα τὸν Χριστὸν ὁ Θεὸς καὶ Πατὴρ ἐν ἁγίοις προφήταις ἀπεκάλει λέγων "Ἰδοὺ ἐγὼ ἐντάσσω "ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραήλ." τὸ γὰρ μηδαμόθεν εἴκειν τοῖς ἀντιπίπτουσι δύνασθαι τὴν θείαν τε καὶ ἄῤῥητον τοῦ Λόγου φύσιν, ὡς ἐν σχήματι πάλιν ὁ ἀδάμας ἡμῖν σημαίνει· οὕτω δὲ ἡμῖν καὶ ὁ θεσπέσιος Ἰησοῦς, μετὰ τὴν Μωυσέως στρατηγίαν καὶ τὴν ἐκείνου τελευτὴν εἰς ἡγεμονίαν κεκλημένος, ψήφῳ τῇ θείᾳ καθαροὺς ἀπετέλει τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐπείπερ τῆς τῶν πολεμίων χειρὸς κατεξανίστασθαι χρῆν, προεξοπλίζεσθαι τρόπον τινὰ διὰ τῆς περιτομῆς εὖ μάλα διεκελεύετο, οὐχ ἑτέρως ἔσεσθαι τοῦ πίπτειν ἀμείνους καὶ θανάτου κρείττονας τοὺς ὅσον οὐδέπω μαχομένους εἰδώς. Γέγραπται δὲ οὕτως περὶ αὐτοῦ "Καὶ εἶπε Κύριος τῷ "Ἰησοῦ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας "ἀκροτόμου, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ. καὶ