Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.64
Not analysed yet
οὐκοῦν λέλυται τὸ ζητούμενον. πῶς γὰρ ὁ εἷς διδάξει τὸν ἕτερον, ὡς εἰδὼς μὴ γινώσκοντα, εἴπερ ἴσοι κατὰ φύσιν εἰσὶν ἀμφότεροι; πανταχόθεν τοιγαροῦν ἀσθενοῦντος τοῦ παρ' ἐκείνοις λόγου, παρέλκον ἂν εἴη λοιπὸν μεσιτεύεσθαι παρά τινος ὑπονοεῖν τὸν Υἱὸν, καὶ οὐχὶ μᾶλλον αὐτὸν εἶναι πιστεύειν τὸν ἐν Θεῷ Πατρὶ Θεὸν Λόγον, ὃς ἦν ἐν ἀρχῇ. Ἄλλο. Ἐν Υἱῷ φησιν ὁ μακάριος Παῦλος τοὺς ἁπάσης σοφίας καὶ πάσης γνώσεως ἀποκεκρύφθαι θησαυρούς· ἀλλ' εἴπερ ἐστὶ λέγων τὰ τοιαῦτα ἀληθὴς, πῶς ἂν ἔτι τῆς παρ' ἑτέρου δεδεῆσθαι διδασκαλίας ὑπονοήσαιμεν αὐτὸν, ἢ ἐν τίνι λοιπὸν τὸ ἐν γνώσει τέλειον ἐπιζητήσομεν, εἴπερ ὁ πᾶσαν ἔχων αὐτὴν παρ' ἑτέρου σοφοῦται; πῶς δὲ ὅλως σοφία τὸ σοφούμενον; ἐπειδὴ δὲ οὐ τοῖς παρ' ἐκείνων λόγοις, ἀλλὰ τοῖς διὰ τοῦ Πνεύματος προσέχειν ἡμᾶς ἀναγκαῖον, ἔχει δὲ, ὡς ὁ Παῦλός φησιν, ὁ Υἱὸς τοὺς τῆς σοφίας καὶ πάσης γνώσεως ἐν ἑαυτῷ θησαυροὺς, οὐ παρά τινος ἑτέρου τὰ δι' ὧν ἐστι σοφία γνώσεται, ἀλλ' ὑπάρχων ἐν Πατρὶ πάντα γινώσκει τὰ τοῦ Πατρὸς, ὡς σοφία αὐτοῦ.