Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.63
Not analysed yet
"ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ." ὅτε τοίνυν τὸ πάντα ἐξακριβοῦν Ἅγιον Πνεῦμα, οὐ μόνον τοῦ Πατρός ἐστιν, ἀλλὰ καὶ τοῦ Υἱοῦ· πῶς ἂν ἔτι λοιπὸν ἀγνοήσαι τι τῶν ἐν τῷ γεγεννηκότι τὸ Πνεῦμα ἔχων ἐν ἑαυτῷ φυσικῶς τὸ πάντα εἰδός; οὐκοῦν περιττὸν ἤδη φανεῖται τὸ δι' ἑτέρου μανθάνειν οἴεσθαι τὸν Υἱὸν τὴν τοῦ Πατρὸς θέλησιν, ἀργήσει δὲ πάντως ἡ χρεία τοῦ μάτην μεσιτεύοντος λόγου, κατὰ τὴν ἐκείνων ἀπαιδευσίαν. πάντα γὰρ οἶδεν ὁ Υἱὸς ἐξ ἑαυτοῦ. Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Οἱ τῆς τοῦ Μονογενοῦς κατηγοροῦντες οὐσίας, διὰ τοῦ μὴ εἰδέναι λέγειν αὐτὸν τὸ τοῦ Πατρὸς θέλημα, διδασκάλῳ δὲ ὥσπερ ἀποκεχρῆσθαι πρὸς τὸ μαθεῖν, ἑτέρῳ τῷ παρ' αὐτῶν ἐπινοηθέντι λόγῳ, ὃν δὴ καὶ ἐνδιάθετον ὀνομάζουσι, λεγέτωσαν ἡμῖν, εἴπερ οἴονται δεῖν τὴν οἰκείαν ἐπὶ τούτῳ κρατύνειν δόξαν, πότερόν ποτε κατὰ φύσιν ἴσον ἐροῦσιν ὑπάρχειν τῷ Υἱῷ τὸν ἐνδιάθετον λόγον· ὑποκείσθω γὰρ ὡς καὶ ὑφεστὼς ἤδη καθ' ἑαυτόν· ἢ οὐκ ἴσον μὲν, χείρονα δέ πως, ἢ καὶ ἀμείνω; εἰ μὲν οὖν ἐλάττονα νομιοῦσιν αὐτὸν, καὶ εἰς αὐτὸν ἀσεβήσουσι τὸν Πατέρα· ἔσται γάρ τι πάντως ἐν αὐτῷ τὸ χεῖρον αὐτοῦ, καὶ ἕτερον παρ' αὐτὸν, τουτέστιν, ὁ ἐνδιάθετος λόγος. εἰ δὲ χείρονα μὲν οὐκ ἐροῦσιν, ἐπιτρέψουσι δὲ αὐτῷ τὸ ἐν ἀμείνοσι κεῖσθαι παρὰ τὸν Υἱὸν, διπλοῦν ἔσται πάντως κατὰ τοῦ Πατρὸς τὸ ἐφ' Υἱῷ κατηγόρημα. πρῶτον μὲν γὰρ γεννήσας ἁλώσεται τὸ χεῖρον ἢ ἐν οἷς ἐστιν αὐτός. εἶτα πρὸς τούτῳ καὶ αὐτὸς ἕξει κρείττονα τὸν ἐνδιάθετον λόγον, εἴπερ ἐστὶν ὁ Πατὴρ ὁμοούσιος τῷ Υἱῷ τῷ κατ' ἐκείνους τὸ ἔλαττον ἀποφερομένῳ. ἀλλ' εἰκός γε δήπου τῆς ἐπ' ἄμφω δυσφημίας ἀποπηδᾶν τοὺς δι' ἐναντίας· ἴσον δὲ κατ' οὐσίαν ὑπάρχειν ἐροῦσι τῷ Υἱῷ τὸν ἐνδιάθετον τοῦ Πατρὸς λόγον.