Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.640
Not analysed yet
Λόγου λαβόντας περιτομὴν, καὶ προαποτριψαμένους τρόπον τινὰ, καθάπερ κηλῖδα ψυχῆς, τὸν ὀνειδισμὸν Αἰγύπτου, κατὰ τὸν ἀρτίως ἡμῖν διερμηνευθέντα τρόπον. Ὅτι γὰρ ὡς ὀνειδισμοῦ καὶ ἀκαθαρσίας ἀνάμεστον ἁπάσης τὸν οὔπω περιτετμημένον καταμυσάττεται Θεὸς, οὐ τὴν σάρκα βδελυττόμενος, ἣν οὐκ ἀπηξίωσε δημιουργεῖν· ἀλλὰ τὸν ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς ὑγιῶς ἔτι καὶ ὁλοκλήρως, ἵνα οὕτως εἴπωμεν, ἔχοντα, διὰ τὸ μηδὲν ἀποβαλεῖν, διαγνωσόμεθα πάλιν, ὅταν εὕρωμεν λέγοντα πρὸς τὸν ἅγιον Μωυσέα καὶ τὸν Ἀαρών "Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς "ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς "καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπ' "αὐτοῦ." ἐξείργει μὲν γὰρ παντελῶς τὸν ἀλλόφυλον, τὸν οὔπω διὰ πίστεως προσοικειωθέντα Χριστῷ διὰ τούτου δηλῶν· τὸν δέ γε τῇ ἁμαρτίᾳ δουλεύοντα, καὶ τῷ διαβόλῳ τρόπον τινὰ καταπεπραμένον, προπεριτμηθέντα καὶ προκεκαθαρμένον τῶν ἱερωτάτων ἅπτεσθαι κρεῶν εὐκαίρως δὴ λίαν ἐφίησι τότε. καθαροὶ γὰρ μᾶλλον καθαρῶς μεθέξομεν τοῦ Χριστοῦ, κατὰ τὸ ἐν ταῖς ἐκκλησίαις εὐρύθμως ἀναφωνούμενον Τὰ ἅγια τοῖς ἁγίοις. καὶ γὰρ ἦν ὄντως δίκαιόν τε καὶ πρέπον, ἀποθανόντος ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ οὐ τοῖς κατὰ νόμον ἡμᾶς περιῤῥαντηρίοις καθαρίσαντος, ἀλλ' αἵματι τῷ ἰδίῳ, καὶ ἡμᾶς αὐτῷ τὴν ἰδίαν ἀναθεῖναι ζωὴν, καὶ ὡς ἐν τάξει δικαίων ὀφλημάτων καταθέσθαι λοιπὸν τὸ μὴ πολιτεύεσθαι μὲν ἑαυτοῖς, ἀντιδιδόναι δὲ ὡσπερεὶ τὴν ὁλοσχερῆ πρὸς ἁγιασμὸν ἀφιέρωσιν τῶν ἡμετέρων ψυχῶν. ὅτι γὰρ ἡμᾶς τὸ τίμιον αἷμα καὶ ὁ θάνατος τοῦ ὑπὲρ πάντων ἀποθανόντος Χριστοῦ, καὶ παντὸς διέσωσε κακοῦ, καὶ τῆς ἐν πνεύματι περιτομῆς γέγονε πρόξενον, δι' ἧς τὸ συνάπτεσθαι τῷ ἐπὶ πάντας Θεῷ κερδαίνομεν, κἀν τούτῳ πάλιν ὀψόμεθα. γέγραπται γάρ τι τοιοῦτο ἐπὶ τῷ μετὰ Μωυσέα