Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.641
Not analysed yet
γεγονότι στρατηγῷ, φημὶ δὲ πάλιν Ἰησοῦ τῷ τοῦ Ναυῆ "Καὶ ἐγένετο μετ' ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ "δοῦλος Κυρίου ἑκατὸν δέκα ἐτῶν. καὶ ἔθαψαν αὐτὸν πρὸς "τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ· ἐκεῖ ἔθηκαν μετ' αὐτοῦ εἰς "τὸ μνῆμα ἐν ᾧ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς "πετρίνας ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραήλ." ἐθάπτετο μὲν γὰρ τεθνεὼς ὁ μακάριος Ἰησοῦς· παρεπήγνυντο δὲ χρησίμως αἱ μάχαιραι τῷ μνημείῳ, πρὸς τὸν τῆς περιτομῆς ὑπουργήσασαι τύπον· ἵνα πάλιν ἡμεῖς διὰ τούτου συνῶμεν, ὅτι τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῆς ἐν πνεύματι περιτομῆς παραπέπηγεν ἡ χάρις ἡ πάντων ἡμῖν τῶν οὐρανίων ἀγαθῶν προμνήστρια. Ἐκληψόμεθα τοίνυν τὴν ἐν ὀγδόῃ περιτομὴν, Ἰουδαϊκὸν νοοῦντες οὐδὲν, τὴν διὰ Πνεύματος κάθαρσιν, ἐν πίστει καὶ ἀναστάσει Χριστοῦ, πάσης ἁμαρτίας ἀποβολὴν, θανάτου καὶ φθορᾶς ἀναίρεσιν, πρόξενον ἁγιασμοῦ καὶ οἰκειότητος τῆς εἰς Χριστὸν, ἐλευθερίας εἰκόνα, τῆς πρὸς Θεὸν οἰκειώσεως ὁδόν τε καὶ θύραν. Ἅλις μὲν οὖν ἤδη τῶν ἐπὶ τούτοις πανταχόθεν ἡμῖν ἠρανισμένων θεωρημάτων πνευματικῶν, διῃρημένοιν δὲ ὡς εἰκὸς τοῖν δυοῖν κεφαλαίοιν, ἑκάστῳ τε τὸν αὐτῷ πρέποντα διηντληκότες λόγον· λεῖπον ἂν εἴη καὶ χρεωστούμενον εἰπεῖν, ὅτου δὴ χάριν τῆς περιτομῆς τὸ χρῆμα τὸ πνευματικὸν κατανεανιεύεταί πως καὶ τῆς τοῦ σαββάτου τιμῆς. δεκτὴ γὰρ ἡ περιτομὴ καὶ ἐν σαββάτῳ, τὸν ἐπ' αὐτῷ τῆς ἀργίας οὐ καταφρίττουσα νόμον. κατασημαίνοντος τοίνυν τοῦ μὲν ἐν ἑβδόμῃ σαββατισμοῦ τὴν ἐκ φαυλότητος ἁπάσης ῥᾳστώνην τε καὶ ἀργίαν, καὶ τὴν ἀπὸ τῆς ἁμαρτίας σχολὴν, σημαινούσης δὲ πάλιν τῆς ἐν πνεύματι περιτομῆς οὐδὲν παρὰ ταῦτα ἕτερον, ὡς ἐν ἐξηλλαγμένῳ τρόπῳ· τὸ γὰρ