Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.643
Not analysed yet
ἐν τούτοις, ἀναγκαία δ' οὖν ὅμως. τὸ γὰρ ἄμφω μὴ ἐν ἑβδόμῃ τελεῖσθαι προστάττειν, μήτε μὴν ἐν ὀγδόῃ τυχὸν, ὅτι διέσταλταί πως ὁ ἐφ' ἑκάστῳ λόγος δίδωσιν ἐννοεῖν. ἀλλ' ἔχει τινὰ καὶ τοῦτο διάνοιαν, οὐκ ἄκομψον, ὥς γε μοι φαίνεται. τὸ γὰρ ἀργῆσαι φαυλότητος, οὔπω πάντως ἐστὶ καὶ φαυλότητος ἀποβολή. ἠρεμεῖ γὰρ πολλάκις ἐν ἡμῖν τὰ πάθη, τῆς μὲν διανοίας οὐκ ἔξωθεν ὄντα κατὰ τὸ πάντη· λογισμῷ δὲ τῷ σώφρονι, καθάπερ τινὶ χαλινῷ περιενεχθέντα βιαίως εἰς ἀπᾴδουσαν αὐτοῖς ἡσυχίαν, ἀλλὰ καὶ τοῖς εἰς ἄσκησιν πόνοις καὶ οὐχ ἑκόντα παραχωρεῖ· τὸ δὲ ἀποσείσασθαι πάθος, ὅσον ἀνθρώπῳ πρέπει, πάντως γε δήπου καὶ ἕτερόν τι παρ' ἐκεῖνό ἐστι, καὶ πολύ τι μεῖζον παρὰ τὸ ἀργῆσαι πάθους. διεσκευασμένων δὲ οὕτω τῶν ἐπὶ τούτοις λόγων, προσήκει λοιπὸν ἐννοεῖν, ὡς οὐ πρότερον ἐπὶ τὴν τῶν παθῶν, ἤτοι τῶν ἐξ ἡδονῆς πταισμάτων, ἥξομεν ἀποβολὴν, ὃ καὶ διὰ τῆς περιτομῆς σημαίνεται, μὴ οὐχὶ τῆς κατ' ἐνέργειαν δραστικῆς κακίας προκαταλύοντες, καὶ ἱστῶντες ὥσπερ εἰς ἀργίαν τὰ εἰς πλημμέλειαν τρέχοντα τοῦ νοῦ κινήματα. βαθμῷ γὰρ ὥσπερ τινὶ τότε τῷ τοιούτῳ χρησάμενοι, καὶ προσέτι μεῖζον καὶ ὑπερτεροῦν ῥᾳδίως ἀναβησόμεθα, τὴν ὁλοσχερῆ φημι τῶν παθῶν ἀποτομήν. ἀλλὰ τὸ μὲν ἀργῆσαι πάθους, ἔχει τινὰ μοῖραν τοῦ καὶ ἐφ' ἡμῖν κεῖσθαι δοκεῖν· καταλήξομεν γὰρ τοῦ κακοῦ τοῖς ἀμείνοσι τῶν ἰδίων θελημάτων ἐπιδιδόντες τὴν ῥοπήν· τὸ δὲ ἀπαλλάττεσθαι πάθους, οὐχὶ πάντως ἐφ' ἡμῖν, ἔργον δ' ἂν εἴη πρέπον ὄντως Χριστῷ τῷ παθόντι ὑπὲρ ἡμῶν, ἵνα καὶ πάντας ἀναῤῥυθμίσῃ πρὸς καινότητα ζωῆς. διάτοι τοῦτο