Ancient Greek · ~1 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.644
Not analysed yet
τὴν μὲν ὀγδόην ἡ περιτομὴ πρεπόντως ἀπεκληρώσατο, τὸν ἀνακαινιστὴν, ἵν' οὕτως εἴπω, τῆς ἀναστάσεως εἰσκομίζουσα καιρόν. γείτονα δὲ τὴν ὀπίσω βραχὺ, τὴν ἑβδόμην, ἡ ἀργία. λείπεται γάρ πως καὶ ὀπίσω κεῖται βραχὺ τῆς ὁλοκλήρου τῶν παθῶν ἀποτομῆς, ἡ πρόσκαιρός τε καὶ κατὰ θέλησιν ἀργία.