Ancient Greek · ~2 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.646
Not analysed yet
δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον· προκειμένου ῥητοῦ Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί. ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ [αὐτο]σοφία καὶ δύναμις αὐτοῦ· προκειμένου ῥητοῦ Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ ταῦτα λαλῶ.