Ancient Greek · ~3 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.647
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἙΟΡΤΗΣ οὔσης τῆς κατὰ νόμον σκηνοπηγίας κατωνομασμένης, καὶ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς περιοικίδος συνδεδραμηκότων Ἰουδαίων εἰς Ἱεροσόλυμα· τοῦτο γὰρ ἦν τὸ τῷ νομοθέτῃ δοκοῦν· τὴν πρὸς ἅπαντας διδασκαλίαν ἐποιεῖτο Χριστός. οὐ γὰρ δήπου μόνοις προσελάλει τοῖς ἀστικοῖς. οὐκοῦν ἀνάγκη ζητεῖν τόν γε ὅλως χρηστομαθῆ καὶ φιλήκοον, τί τὸ πεπεικὸς τὸν θεῖον ἡμῖν Εὐαγγελιστὴν, τὴν μὲν ἄλλην ἅπασαν τῶν Ἰουδαίων ἀγέλην σιωπῶσαν εἰσάγειν, Ἱεροσολυμίταις δὲ μόνοις τὸν ἐπὶ τούτῳ προσάψαι λόγον· τί δὲ ἄρα διεσκεμμένοι καὶ καθ' ἑαυτοὺς ἐνθυμούμενοι τὰ τοιαῦτά φασιν· σχῆμα γὰρ τῷ λόγῳ περιτέθειται βαθύ.