Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.650
Not analysed yet
μίαν συνοικήσαντες πόλιν, ἀεί τε περιτυγχάνοντες, ἴσασί πως τὸν ἐγκεχωσμένον αὐτοῖς ἀνόσιον ἐπὶ τῷ Σωτῆρι τῷ Χριστῷ σκοπόν. καὶ συμβέβηκεν οὐ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς τὸ μιαρὸν τῶν Ἰουδαίων κατηγορεῖσθαι στῖφος, ἀλλ' ἤδη καὶ ἐξ αὐτῆς τῆς ὑπ' αὐτοῖς πραττούσης ἀγέλης, ἣ ταῖς αὐτῶν ἀπονοίαις διόλωλέ τε καὶ ἠνέχθη κατὰ κρημνῶν. καὶ γάρ ἐστι πως ἐκ τῶν εἰρημένων διψῶσαν μὲν ἤδη καὶ ἐκκεκαυμένην ὥσπερ εἰς τὴν ἐπὶ Χριστῷ πίστιν ὁρᾶν, ὀλίγης δὲ κομιδῆ δεομένην τῆς χειραγωγίας, ἧς εἴπερ ἔτυχον, εὐκόλως ἂν παραδέξωνται τὸν οὐρανόθεν ὡς ἡμᾶς ἀφιγμένον. ὑπαίτιοι τοιγαροῦν τῆς τῶν προβάτων ἀπωλείας εἰσὶν οἱ τὸ ἡγεῖσθαι λαχόντες. καὶ μαρτυρήσει πάλιν ὁ προφήτης Ἱερεμίας οὕτω βοῶν "Ὅτι "οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· "διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν." Ἴδε ἐν παῤῥησίᾳ αὐτοῖς λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Ἐπιτείνουσι τῆς πληροφορίας ἐν ἑαυτοῖς τοὺς λόγους, καὶ εἰς φανερωτέραν ὥσπερ ἀναφοιτῶσιν ἀπόδειξιν, τὴν ἀκίνδυνον ὁρῶντες παῤῥησίαν Χριστοῦ. καταπλήττονται δὲ καὶ σφόδρα εἰκότως εἰς ἀμελέτητόν τε καὶ ἀσυνήθη μακροθυμίαν ὑπενεχθέντας εὑρίσκοντες τοὺς ἀνοσίους τὸ πάλαι, καὶ ὑβριστὰς θεώμενοί τε καὶ ξένην ἐπιτηδεύοντας ἡμερότητα. εἰς εὐλόγους ἐντεῦθεν ἀποδημοῦσιν ὑποψίας· δι' ὧν δὲ πάλιν ὡς ἀνεξικακοῦντας θαυμάζουσιν καὶ ἐφ' οἷς οὐδαμόθεν ὀργίζεσθαι χρῆν, διὰ τούτων αὐτῶν κατηγοροῦντες ἁλίσκονται, ὡς ἐν ἔθει παρ' ἐκείνοις ἦν τοῖς τῶν καλλίστων ἐξηγηταῖς ἀδιακρίτως ἐπιφύεσθαι, καὶ κατὰ παντὸς ἁπλῶς ἰέναι θερμῶς, ἂν μόνον αὐτοῖς ἀπᾴδοντα λέγῃ, κἂν εἴ τι τῷ θείῳ νόμῳ συνηγορῇ. δεινὸν γὰρ ἀεὶ τῶν Φαρισαίων τὸ