Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.651
Not analysed yet
φύσημα, καὶ μέτρον οὐκ ᾔδει τῆς ἐκείνων ἀπονοίας τὸ θράσος. τίς οὖν ἄρα, φασὶν, ὁ τιθασεύων εἰς τὸ παρὸν, καὶ τίς ὁ ἀσχέτῳ τῷ πάλαι θυμῷ χαλινὸν ἐπιθεὶς τὸν σώφρονα λογισμόν; τίς δὲ οὕτω καταγοητεύσας, καὶ ὥσπερ τινὰς ὄφεις ἐπιπηδῶντας ἀεὶ κατευνάζει πρὸς ἡμερότητα; ἴδε παῤῥησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. οὐχ ἁπλῶς λαλεῖ, φησὶν, ἀλλὰ μετὰ παῤῥησίας. καὶ οὐκ ἂν οἶμαί τις αἰτιάσαιτο δικαίως τὴν ἐκείνων ὀργὴν ἡσυχάζουσαν, εἰ λαθραίως ἐποιεῖτο τοὺς κατ' αὐτῶν λόγους ὁ ζητούμενος. ἐν γὰρ τῷ μὴ πυθέσθαι τυχὸν, οὐδ' ἂν ἐκινήθησαν οἱ θυμοὶ, ἀλλ' ἐν παῤῥησίᾳ γεγονότος τοῦ λόγου, καὶ δι' ἐλέγχων ἐρχομένου πικρῶν· τοῦτο γὰρ δὴ μάλιστα τὸ τῆς παῤῥησίας ὄνομα δηλοῖ· οὐχ ὅπως ἀπειρήκασι πρὸς ὀργὰς, καίτοι λίαν ἑτοίμως τοῦτο νοσοῦντες, ἀλλὰ καὶ πρὸς λόγους ὀκνοῦσι μόνους. οὐδὲν γὰρ αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι αὐτός ἐστιν ὁ Χριστός; Ὁρᾷς ὅπως ἐξ εὐλόγων ἐπινοιῶν καὶ λογισμῶν τῶν εἰκότων τὸ χρῆναι πιστεύειν ἐρανιζόμενοι μονονουχὶ καὶ ἀσχάλλουσιν, ὡς ἐγνωκότων μὲν ἤδη τῶν ἀρχόντων αὐτὸν, παραιτουμένων δὲ διαῤῥήδην ἐπὶ τῷ θεομαχεῖν, καὶ τοῦ ἄνωθεν ἥκοντος καταναισχυντεῖν οὐκ ἀνεχομένων, καταχωννύντων δέ πως βασκάνοις ἔτι ταῖς σιωπαῖς τὴν ἀνάῤῥησιν. εἰ γὰρ μὴ ἐγνώκασι, φησὶν, ἀληθῶς ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, τί τὸ ἀνέχεσθαι πεπεικὸς διελέγχοντος ἐν παῤῥησίᾳ, καινοτομοῦντος δέ πως καὶ τὰ πάλαι διηγγελμένα, δι' ὧν καὶ ἐν σαββάτῳ θεραπεύων ἡλίσκετο, καὶ λυποῦντος οὐ μετρίως αὐτοὺς δι' ὧν ἀπημφιεσμένως φησίν "Οὐ Μωυσῆς δέδωκεν