Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.653
Not analysed yet
ὑπενεχθεῖσα πρὸς ἀληθεῖς ὑπονοίας τὰς ἐπὶ Χριστῷ διὰ τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, οὐκ ἀκόμψως ἤδη πρὸς τὴν τῆς εὐσεβείας παιδαγωγουμένη κατάληψιν, οὐκ αἰσθάνεται πάλιν εἰς τὴν Ἰουδαίοις σύντροφον ἀμαθίαν ἐξολισθαίνουσα. δοκοῦσι μὲν γάρ πως οἱ καλῶς ἐκεῖνα διεσκεμμένοι πανταχόθεν ἐθέλειν θηρᾶσθαι τὸ ἀληθὲς, καὶ οὐκ ἐκ μόνης τῆς τῶν ἀρχόντων σιγῆς καὶ τῆς ἀσυνήθους πραότητος ἐπὶ τὸ χρῆναι πιστεύειν βαδίζουσιν, ἀλλὰ καὶ αὐτὴν ἐρευνῶσι τὴν ἁγίαν γραφὴν, ἐξ ὀρθῆς μὲν εἰς τοῦτο καλούμενοι γνώμης, ἀπαιδαγωγήτως δ' οὖν ὅμως καὶ ἀσυνέτως κομιδῆ τὴν ἐπὶ τῷ μυστηρίῳ ποιούμενοι βάσανον· ὅτι γὰρ μόνον ἐπιγινώσκουσι πόθεν ἐστὶν ὁ ἐν παῤῥησίᾳ λαλῶν, τουτέστιν ἐκ ποίας μὲν ὁρμᾶται κώμης, τίνων δὲ ἐξέφυ γονέων, οὐκ εἶναί φασιν αὐτὸν τὸν διὰ νόμου προκεκηρυγμένον. εἶτα τούτοις ἐπάγουσιν Ὁ δὲ Χριστὸς ὅταν ἔλθῃ, οὐδεὶς γινώσκει πόθεν ἐστίν. καὶ παντὶ μέν που δῆλον, ὡς ἐξ ἀμαθίας αὐτοῖς τὸ πλανᾶσθαι κἀν τούτῳ συμβέβηκεν. ἐξετάσαι δὲ δεῖν ὑπολαμβάνω, πόθεν εἰς τοῦτο πρόεισιν αὐτοῖς τὰ φρονήματα· τί δ' ἄρα τὸ ἀναπεῖσάν ἐστιν τοὺς, οἵγε καλῶς τὰ ἐπ' αὐτῷ διεσκέπτοντο, διὰ ταύτην οἴεσθαι τὴν αἰτίαν οὐκ εἶναι Χριστὸν, ἐπείπερ ὅθεν ἐστὶν οὐκ ἠγνόουν· διὰ τί δὲ τούτοις ἐπάγουσι τό Χριστὸς ὅταν ἔλθῃ οὐδεὶς οἶδε πόθεν ἐστίν; ἀπὸ γάρ τοι τούτου λοιπὸν τὴν τῆς ἀληθείας ζημιοῦνται κατάληψιν. οὐκοῦν φέρεταί τις ἐν τῷ Ἡσαΐᾳ λόγος περὶ Χριστοῦ "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; "ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ." καὶ ὁ μὲν μακάριος προφήτης ἐπὶ τοῦ Θεοῦ Λόγου τὸ ῥῆμα τιθεὶς, τὴν γενεὰν ἀντὶ τῆς ὑπάρξεως λέγει. τίς γὰρ ἂν ὅλως καὶ φράσαι τὸν τρόπον τῆς ὑπάρξεως τοῦ Μονογενοῦς; ποία δὲ γλῶσσα διηγήσεται τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν τοῦ