Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.652
Not analysed yet
"ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον;" ἀνεξικακοῦσι δὲ πρὸς ταῦτα, καίτοι λίαν ἀφορήτως περὶ αὐτὰ διακείμενοι, καὶ θερμότερον εἰωθότες ἐνάλλεσθαι καὶ τοῖς ἀδικοῦσιν οὐδέν. διὰ παντὸς τοιγαροῦν ἐρχόμενοι λογισμοῦ τὴν ἐπὶ Χριστῷ κατὰ βραχὺ συλλέγουσι πίστιν, ἀπονέμουσι γεμὴν τοῖς ἄρχουσι τὸ ἐγνωκέναι κατὰ ἀλήθειαν, ἅτε δὴ καὶ πρὸ αὐτῶν καὶ τοῖς ἱεροῖς ἐντεθραμμένοις γράμμασι, καὶ πλέον ἤπερ αὐτοὶ τὰ ἐν ταῖς θείαις γραφαῖς δυναμένοις συνιέναι μυστήρια. ἐπιτήρει δὲ διὰ πάντων ὅτι τοῖς ἄρχουσιν ἀόκνως ἀκολουθεῖν ὁ τῶν Ἰουδαίων ηὐτρέπιστο δῆμος, ὃς καὶ πάντως ἂν διεσώθη πρὸς τὸ εὐθὺ παρὰ τῶν ἡγουμένων παιδαγωγούμενος. διὰ γάρ τοι τοῦτο καὶ δίκας ὑφέξουσι πικρὰς, ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ κατῃτιᾶτο λέγων "Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς "γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους "ἐκωλύσατε." θύρα γάρ ἐστιν ὥσπερ τις καὶ πύλη πρὸς θεογνωσίαν, καὶ ὁδὸς εἰς ἅπασαν ἀρετὴν εὐκόλως κομίζουσα τῶν ὀρθὰ διδασκόντων ὁ λόγος, καὶ ἡ τοῦ ποιμαίνοντος ἐπιστήμη διασώζειν οἶδε τὴν τῶν θρεμμάτων ἀγέλην. ὥσπερ οὖν καὶ τὸ ἐναντίον διόλλυσι μὲν εὐκόλως, κατὰ κρημνῶν δὲ ἀποίσει καὶ οὐχ ἑκόντα τὰ ποίμνια. Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχεται, οὐκ οἴδαμεν πόθεν ἐστίν. Οὐκ ἐκ μόνων τῶν ἔξωθεν ἐννοιῶν, οὐδὲ ἐπείπερ οἰστὸν ἐποιήσαντο τὸν ἐπὶ τοῖς ἐλέγχοις πόνον οἱ καθηγούμενοι, τὸ πιστεύειν εἰσδέχεται τῶν Ἱεροσολυμιτῶν ἡ διάνοια· σφόδρα δὲ χρησίμως καὶ τοὺς ἐξ εἰκότων ὠδινήσασα λογισμοὺς καὶ