Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.655
Not analysed yet
"ἡμερῶν αἰῶνος." τὴν δέ γε ἐκ Πατρὸς καὶ Θεοῦ ἄῤῥητον γέννησιν ὡς ἔνι διερμηνεύοντες, ἢ ἐκεῖνό φασιν, ὅπερ εἴπομεν φθάσαντες "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται "ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·" ἢ τὸ τῷ παροισθέντι συνεζευγμένον ῥητόν "Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν "αἰῶνος." ἐξόδους γὰρ ἐνταῦθα τοῦ Μονογενοῦς τὴν ὡς ἐκ φωτὸς ἀνάλαμψιν, καὶ πρὸ παντὸς αἰῶνος καὶ ἡμέρας καὶ ῥοπῆς εἰς ἰδίαν ὕπαρξιν ἐκδρομὴν ὥσπερ τινὰ τὴν ἀπὸ τῆς τοῦ τεκόντος οὐσίας σημαίνει. ἄμφω τοιγαροῦν ἡμῖν τῆς ἁγίας παρατιθείσης γραφῆς, καὶ τῶν ἱερῶν γραμμάτων καὶ πόθεν ἔσται λεγόντων τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἀζήτητον τιμώντων σιγῇ τὴν ἐκ Πατρὸς ὕπαρξιν, πῶς οὐκ ἄν τις εὐλόγως οὐ μετρίως ἀμαθαίνοντας τοὺς Ἰουδαίους εὑρὼν, πλατὺ γελάσας ἐρεῖ Οὐκ ἀπὸ μόνου τοῦ μὴ γινώσκεσθαι τὴν γενεὰν τοῦ Χριστοῦ, τὰ ἐπ' αὐτῷ ζητητέον, ἀλλὰ καὶ ἐκ τοῦ γινώσκεσθαι τίς καὶ πόθεν ὁρμᾶται τὸ κατὰ σάρκα; Ἔκραξεν οὖν ὁ Ἰησοῦς διδάσκων ἐν τῷ ἱερῷ καὶ λέγων Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί. Ἀλλήλοις ἠρέμα ψιθυριζόντων ἐκεῖνα τῶν Ἱεροσολυμιτῶν· οὐ γὰρ ἀπετόλμων "ἐν παῤῥησίᾳ λαλεῖν διὰ τὸν "φόβον τῶν Ἰουδαίων," καθὰ γέγραπται· δέχεται πάλιν τῶν εἰρημένων τὴν γνῶσιν θεοπρεπῶς ὁ Χριστός. ἐπειδὴ δὲ προσωφελεῖν ὅτι πρέποι διεσκόπει τοὺς ἄνδρας, παραχρῆμα δεικνύει θεοπρεπῆ πάλιν ἐν ἑαυτῷ τὴν ἐνέργειαν, καὶ ὅτι πάντων ἔχει τὴν γνῶσιν ἀνακαλύπτει σαφῶς. ἐξαίρει μὲν γὰρ εἰς ὕψος τὴν βοὴν, καίτοι πρότερον οὐκ εἰωθὼς τοῦτο πράττειν αὐτὸς, διελέγχει δὲ πάλιν ὡς οὐκ ἔχοντας ἑδραῖον τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς, καὶ ῥίζαν ποιεῖται τοῖς ἑαυτοῦ λόγοις τὸ ἐν παραβύστῳ καὶ μόλις ἀπεπτυσμένον.