Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.656
Not analysed yet
εἶτα πρὸς τούτοις ἔτι καὶ ἐξ ὧν ὅτι χρὴ μὴ πιστεύειν ᾤοντο παραφρόνως, διὰ τούτων αὐτῶν ὅτι προσήκει πιστεύειν αὐτοὺς ἀναπείθει γοργῶς· ἔστι δὲ τῶν λεγομένων τοιοῦτος ὁ νοῦς. ἐθαυμάσατέ φησιν, καὶ σφόδρα ποιοῦντες ὀρθῶς, ὅτι θεοπρεπὴς ὄντως ἐνυπάρχει μοι δύναμις, ἐξημεροῦσα ῥᾳδίως καίτοι φονῶσαν τὴν τῶν Ἰουδαίων διάνοιαν· ζητοῦσι γὰρ ἀποκτεῖναί με κατὰ τὸν παρ' ὑμῶν ἀψευδῆ τε καὶ ἐξ ἀκριβείας παρ' ὑμῶν ποιηθέντα λόγον, καὶ πολλὴν ἄγαν εἰς τοῦτο τίθενται τὴν σπουδήν. ἀλλ' ἐμὲ, φησὶν, ἐξίστασθαι δέον καὶ ἀποφοιτᾶν ὡς ποῤῥωτάτω τῶν ὅτι προσήκει φονεύειν βεβουλευμένων, οὐδὲν ὅλως τῆς ἐκείνων ἀπονοίας φροντίσας, ἐκ τῶν ἐναντίων ἐν παῤῥησίᾳ λαλῶ καὶ διελέγχω λυποῦντας τὸν νόμον διὰ τοῦ μὴ τὰ δίκαια κρίνειν ἐθέλειν αὐτούς· πάσχω δὲ τὸ σύμπαν οὐδέν. ἀνεξικακοῦσι γὰρ οὐχ ἑκόντες οἱ πάλαι δεινοὶ, καὶ οὐ τῆς ἐκείνων προαιρέσεως τὸ πρᾶγμα καρπὸς, ἀλλὰ τῆς ἐμῆς ἐξουσίας ἡ δύναμις. οὐ γὰρ ἐφίημι καίτοι λελυττηκόσιν αὐτοῖς καὶ εἰς ἀπάνθρωπον ἀποτεθηγμένοις ὀργὴν, πρόωρον εἰς ἐμὲ τὴν μιαιφονίαν ἀποτολμᾶν. ἐπὶ τούτοις οὖν ἄρα, φησὶ, καὶ λίαν εἰκότως, καταπέπληχθε μὲν ὑμεῖς, ἐγνωκέναι δὲ ἀληθῶς τοὺς ἡγουμένους φατὲ, ὅτι ἐγώ εἰμι ὁ Χριστός. λογισμῷ δὲ τῷ πρέποντι κατακολουθοῦντες ἐν τούτοις, πρὸς τὰ ἐκ τῆς θείας γραφῆς ἀπονεύοντες λόγια, δέον ὠφελεῖσθαι μᾶλλον εἰς τὴν ἐπ' ἐμοὶ βεβαιουμένους κατάληψιν, τοὐναντίον παθόντες ἐσκανδαλίσθητε. ἀπὸ γὰρ τοῦ μόνον ἐπίστασθαι πόθεν εἰμὶ, καὶ διὰ τίνος γεγέννημαι, νενομίκατε, φησὶν, οὐκ εἶναί με τὸν