Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.657
Not analysed yet
Χριστόν. ἴστε τοιγαροῦν, ὅτι κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμὶ, τουτέστιν δέδωκεν ὑμῖν ἡ θεία γραφὴ καὶ τὸ εἰδέναι με καὶ πόθεν εἰμί. καὶ οὐκ ἐπείπερ ἐγνώκατε τυχὸν, ὅτι Ναζαραῖος ἢ Βεθλεεμίτης εἰμὶ, καὶ ὅτι γεγέννημαι διὰ γυναικὸς, διὰ τοῦτο χρὴ πάντως ὑμᾶς καὶ τὸ τῆς ἀπιστίας εἰσδέχεσθαι νόσημα· ἀλλ' ἐκ τῶν εἰρημένων ἐπ' ἐμοὶ, καὶ διὰ τὴν κατὰ σάρκα γέννησιν, ἀπὸ τούτων ἰέναι μᾶλλον ἐχρῆν εἰς κατάληψιν τῶν ἐπ' ἐμοὶ μυστηρίων, καὶ οὐκ εἰς μίαν ἀποκλῖναι μόνην προφήτου φωνὴν, ὃς τὴν ἐκ Θεοῦ καὶ Πατρὸς ἄῤῥητον καταμηνύει γέννησιν. Καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με. Διὰ μακρᾶς ἀπειθείας ὑβρίζοντας ὑποπλήττει πάλιν ἐν ἀπολογίας σχήματι. τέχνῃ μὲν οὖν οὐ μετρίᾳ συνεξυφήνας τὸν λόγον, οἰκονομεῖ πανταχῆ τὸ μὴ δοκεῖν εὐαφόρμως πρὸς εὐλόγους ὁρμὰς διανιστᾶν τοὺς ἀκροωμένους, κατασκιάσας δέ πως ἀσαφείᾳ τὸ εἰρημένον, ὑποκλέπτει τοῦ θυμοῦ τὸ πλέον, καὶ παραιρεῖ τὸ δριμὺ τοῦ κινήματος. τί τοίνυν καὶ διὰ τοῦτο, φησὶν, ἐξηγουμένου πολλάκις καὶ διαῤῥήδην ἀνακεκραγότος ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀπιστοῦσιν ἔτι, καὶ ἐπείπερ αὐτοῦ τὸ κατὰ σάρκα γινώσκουσι γένος, οὐκ εἶναί φασιν αὐτὸν τὸν διὰ νόμου προκεκηρυγμένον καὶ διὰ τῶν ἁγίων προφητῶν προκατηγγελμένον· μόνον δὲ οὐχὶ καὶ ὑπαντιάζουσι λέγοντες Ψευδομυθεῖς ὦ οὗτος, ἐξ οἰκείων δὲ θελημάτων ὡς ἡμᾶς ἀφιγμένος, εἶτα τὸ τοῦ Πατρὸς ὄνομα πλαττόμενος οὐκ ἐρυθριᾷς; ἀποκρουόμενος τοιγαροῦν καὶ τὴν ἐπὶ τούτῳ συκοφαντίαν αὐτῶν, ταῖς ἀπολογίαις ἀναμίσγει τὸν ἔλεγχον, εὐφυέστατά τε φησίν