Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.659
Not analysed yet
Ὃν ὑμεῖς οὐκ οἴδατε, ἐγὼ δὲ οἶδα αὐτὸν, ὅτι παρ' αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. Ἐλέγετε, φησὶν, ἀρτίως Ὁ Χριστὸς ὅταν ἔλθῃ, οὐδεὶς οἶδε πόθεν ἐστίν. ἀλλ' ἐπείπερ ὑμῖν τοῦτο δόξαν ἔχειν ὀρθῶς, ὡς ἀληθὲς κρατύνετε, συναινῶ τοῖς παρ' ὑμῶν περὶ τούτου λόγοις. ἀληθινὸς μὲν γὰρ ἐξ οὗπέρ εἰμι Πατὴρ, ἀλλ' οὐχ ὑμῖν ἐγνωσμένος. ὅταν τοίνυν, φησὶν, ἀβουλότατα μὲν, πλὴν ἑαυτοῖς ἀρεσκόντως διασκέπτησθε τὸ περὶ ἐμοῦ μυστήριον, εἶτα γινώσκοντες τίς καὶ πόθεν εἰμὶ τὸ κατὰ σάρκα, τὸ χρῆναι πιστεύειν ἐκπέμπητε, διὰ τοῦτο μόνον παραδέξασθε τὴν πίστιν, ὅταν εὑρίσκησθε μὴ νοοῦντες πόθεν εἰμί· εἰμὶ δὲ ἐκ Πατρὸς, ὃν ὑμεῖς οὐκ οἴδατε, τὸν ἐξ αὐτοῦ μὴ εἰδότες, ἐν ᾧ καὶ μόνῳ θεατὸς ὁ Πατήρ. ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ὁ γινώσκων τὸν Υἱὸν οὐκ ἠγνόησε τὸν γεννήσαντα. οὐκοῦν ἁπάσης αὐτοῖς εὑρεσιλογίας καὶ διὰ τοῦτο ἐξῃρημένης, κακονοίας πάλιν ὄντες ἁλώσονται, πρόφασιν μὲν ἀπειθείας οὐδεμίαν εὑρίσκοντες ἔτι, μόναις δὲ ταῖς ἑαυτῶν δυστροπίαις τὴν γνῶσιν ἐξωθούμενοι, ἵνα φαίνηται καὶ τὸ γεγραμμένον ἀληθές "Εἴ"δετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, "καὶ οὐκ ἠκούσατε." ἐπειδὴ δὲ τοῖς τῶν Ἰουδαίων προσέκειτο λόγοις, ὡς "οὐδεὶς γινώσκει πόθεν ἐστὶν ὅταν ἔλθῃ "Χριστὸς," ἀναγκαίως ἑαυτὸν ὑφεξέλκων, ὡς Θεὸς, τῆς τῶν γενητῶν πληθύος, καὶ τῶν ἄλλων ἁπάντων καθ' ὃν ἂν εἰκότως ἔρχοιτο τό Οὐδεὶς, ἕτερον ὄντα τῇ φύσει δεικνύων, ὡς οὐ μετ' ἐκείνων ἀγνοεῖ τὸν ἑαυτοῦ γεννήτορα, φησὶν, ἀλλ' εἰδέναι κατὰ πᾶσαν ἀκρίβειαν ἑαυτόν τε κἀκεῖνον διισχυρίσατο. ἔστι γὰρ Θεὸς ἐκ Θεοῦ Πατρὸς, παράδοξόν