Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.660
Not analysed yet
τινα καὶ ξένην, ἢ καὶ αὐτῷ πρέπουσαν μόνῳ τὴν ἐπὶ τούτοις εἴδησιν ἔχων. οὐ γὰρ ὥσπερ ἡμεῖς γινώσκομεν, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον οἶδεν ὁ Υἱὸς τὸν Πατέρα. μέχρι γὰρ ἐννοίας μόνης ἐπὶ τὴν θεοπτίαν ἡ τῶν γενητῶν ἔρχεται φύσις, καὶ τοὺς αὑτῇ πρέποντας ὅρους οὐχ ὑπερτρέχουσα, τὸ ἐν ἀῤῥήτοις κρύπτεσθαι λόγοις καὶ οὐχ ἑκοῦσα τῇ θείᾳ φύσει παραχωρεῖ. ὁ δὲ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς Μονογενὴς ὅλον ἐν ἑαυτῷ θεωρεῖ τὸν γεννήσαντα, καὶ τὴν τοῦ τεκόντος οὐσίαν ἐν τῇ οἰκείᾳ φύσει ζωγραφῶν οἶδεν οὕτως αὐτὸν, ὡς οὐκ ἔστιν εἰπεῖν· ἀνέκφραστα γὰρ τὰ περὶ Θεοῦ.