Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.66
Not analysed yet
λέγοντες "Θεός μου εἶ σὺ, τῷ δὲ λίθῳ Σὺ ἐγέννησάς "με," ἕτεροι δὲ πάλιν πλημμελοῦντες τὰ συγγενῆ μὲν ἐκείνοις, ἀστειοτέραν δ' οὖν ὅμως ἐπιτηδεύοντες πλάνην, τῇ κτίσει λατρεύειν ᾤοντο χρῆναι παρὰ τὸν κτίσαντα, καὶ τὴν μόνῃ πρέπουσαν δόξαν τῇ θείᾳ φύσει, τοῖς παρ' αὐτῆς γεγενημένοις ἐχαρίζοντο στοιχείοις, ἀναγκαίως ἡμῖν ὁ θεολόγος ποιητὴν ὄντα καὶ δημιουργὸν κατὰ φύσιν εἰσφέρει τὸν Μονογενῆ, πάντα λέγων δι' αὐτοῦ γεγενῆσθαι, καὶ χωρὶς αὐτοῦ μηδὲν εἰς τὸ εἶναι παρελθεῖν, ἵνα ταῖς παρ' ἐκείνων ἀπάταις ἀποκλείσῃ τὴν εἰς τὸ πρόσω πάροδον, καὶ δείξῃ μὲν τοῖς οὐκ εἰδόσι τὸν ἁπάντων Γενεσιουργὸν, δι' ὧν δὲ τὴν κτίσιν πεποιῆσθαί φησι, διὰ τούτων αὐτῶν ἐκδιδάσκῃ σαφῶς, ὅτιπερ ἕτερός ἐστι παρ' ἐκείνην ὁ πρὸς τὸ εἶναι καλῶν, καὶ ἀῤῥήτῳ δυνάμει παρενεγκὼν ἐκ μὴ ὄντων τὰ ὄντα πρὸς γένεσιν. ἦν γὰρ οὕτω λοιπὸν ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως τὸν τεχνίτην ὁρᾶν, καὶ τὸν ὄντα κατ' ἀλήθειαν ἐπιγινώσκειν Θεὸν, δι' οὗ τὰ πάντα γέγονέ τε ἤδη καὶ γεγονότα σώζεται. ταῖς μὲν οὖν Ἑλλήνων ψευδολατρείαις, οὕτως ἂν οἶμαι καλῶς τὸν εὐαγγελικὸν ἀντιπαρατάξασθαι λόγον, ταύτης τε ἕνεκα τῆς αἰτίας ποιητὴν εἰσῆχθαι καὶ δημιουργὸν διὰ τῆς τοῦ ἁγίου φωνῆς τὸν Μονογενῆ πιστεύομεν. Ἐπειδὴ δὲ ἀκόλουθον ἐννοεῖν καὶ τὰς τῶν αἱρετικῶν δυστρόπους εὑρεσιλογίας, προσήκειν ἡγοῦμαι καὶ πρὸς τὰ ἐκείνων ἀποβλέποντας ἔθη μικρὰ πάλιν εἰπεῖν. Πάντα, φησὶ, δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Θεοπρεπὲς καὶ τοῦτο περιτίθησι τὸ ἀξίωμα τῷ Υἱῷ, πανταχόθεν ὁμοούσιον ὄντα δεικνύων αὐτὸν τῷ γεννήτορι Θεῷ, καὶ πάντα τὰ ἐκείνῳ προσόντα φυσικῶς ἐνυπάρχειν τῷ