Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.67
Not analysed yet
γεννήματι λέγων· ἵνα Θεὸς ἐκ Θεοῦ νοῆται κατὰ ἀλήθειαν, οὐ καθάπερ ἡμεῖς ἐπίκτητον ἔχων τὴν προσηγορίαν, καὶ διὰ μόνης ἡμῖν προσγενομένην χάριτος, κατὰ τό "Ἐγὼ εἶπα Θεοί "ἐστε καὶ υἱοὶ ὑψίστου πάντες." εἰ γὰρ πάντα δι' αὐτοῦ ἐγένετο, ἕτερος ἂν εἴη τῶν πάντων αὐτός· ἐν γὰρ τῷ πάντα, οὐδέν ἐστιν ὃ μὴ ἐν τοῖς πᾶσιν ὁρᾶται. ὥσπερ οὖν ἀμέλει καὶ ὁ μακάριος Παῦλος οὕτω τὸ Πάντα νοήσας εὑρίσκεται· ἐπειδὴ γὰρ ἐν μιᾷ που τῶν ἐπιστολῶν, τὸν περὶ τοῦ Σωτῆρος ἡμῶν ἐποιεῖτο λόγον, πάντα τε ἔφασκεν ὑποτετάχθαι ὑπὸ τοὺς πόδας αὐτοῦ, καλῶς γε σφόδρα ποιῶν ἐπιφέρει "Ἐν "γὰρ τῷ εἰπεῖν τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον." οὐκοῦν ἐπειδήπερ τὰ πάντα γεγενῆσθαι δι' Υἱοῦ πιστεύομεν, οὐκ ἂν αὐτὸν ἕνα τῶν πάντων εἶναι νοήσαιμεν, ἀλλ' ἔξω μὲν κεῖσθαι πάντων λογιούμεθα, τῆς δὲ τῶν γενητῶν ἀποδιορίζοντες φύσεώς τε καὶ ὁμοειδίας, οὐδὲν ἕτερον εἶναι λοιπὸν, ἢ Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογήσομεν. τί γὰρ ἄν τις δοίη τὸ μεταξὺ Θεοῦ καὶ κτίσεως, καὶ οὐ κατὰ λόγον φημὶ τὸν τῆς οὐσίας· πολὺ γὰρ τὸ μεταξύ· κατὰ μόνην δὲ τὴν ἑτέρου τινὸς τῶν ὄντων, ὡς ἐν νοήσει, θέσιν; ἢ ποῖον ἕξει τόπον ἕτερον ὁ Υἱὸς, τὴν τῶν ποιημάτων φύσιν ὑπερκείμενος, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ὁ ποιητής; γέγονε μὲν γὰρ τὰ πάντα δι' αὐτοῦ, ὡς διὰ δυνάμεως, ὡς διὰ σοφίας τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἐν τῇ φύσει τοῦ γεννήσαντος κρυπτομένης, ὥσπερ οὖν καί ἐστι καὶ ἐν ἀνθρώπῳ τυχὸν ἡ ἐνυπάρχουσα αὐτῷ σοφία καὶ δύναμις, ἀλλ' ἰδίως μὲν καὶ καθ' ἑαυτὴν ὑφεστώσης, προκυπτούσης δ' οὖν ὅμως κατὰ τὸν ἄῤῥητον τῆς γεννήσεως τρόπον ἐκ Πατρὸς, ἵνα καὶ νοῆται κατὰ ἀλήθειαν ὑπάρχων Υἱὸς ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρός. Ἀλλ' εἰ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαί φησιν ὁ μακάριος Εὐαγγελιστὴς, οὐδὲν οἶμαι τὸ βλάβος τοῖς περὶ αὐτοῦ προ-