Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.662
Not analysed yet
φύσιν Θεὸν τὸν Ἰησοῦν ἐδέχοντο λέγοντές τινες τῶν Ἱεροσολυμιτῶν "Ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι· "μήποτε ἄρα ἔγνωσαν οἱ ἄρχοντες ἀληθῶς ὅτι αὐτός ἐστιν "ὁ Χριστός;" ἀλλ' "ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ "πανουργίᾳ αὐτῶν," ἀχρειοτάτην μὲν τοῖς ἐκεῖνα διεσκεμμένοις ἀποφαίνει τὴν τόλμαν, βεβαιοῖ δὲ τοῖς ὄχλοις τὸ ὡς ἐν σκέψει καὶ στοχασμοῖς ἠρέμα διαθρυλούμενον. εἴργονται γὰρ ἐνεργείᾳ θεοπρεπεῖ χαλινὸν αὐτοῖς ἐπιτιθείσῃ τοῖς ἀνοσιουργήμασι, καὶ μέχρι μόνων ἐγχειρημάτων ἐκτείνεσθαι συγχωρούσῃ τὰ σκέμματα. τὴν δὲ αἰτίαν τοῦ μὴ δεδυνῆσθαι διεξάγειν εἰς πέρας αὐτοὺς τὸν προτεθέντα σκοπὸν ἐπὶ τούτῳ χρησίμως ἐπήνεγκεν ὁ σοφώτατος Εὐαγγελιστής· οὔπω γὰρ ἐληλύθει φησὶν ἡ ὥρα αὐτοῦ· ὥραν ἐν τούτοις διαῤῥήδην εἰπὼν τὸν καιρὸν, δῆλον δὲ ὅτι τοῦ πάθους καὶ τὸν τοῦ τιμίου σταυροῦ. εἶτα τίνι λοιπὸν οὐκ ἂν γένοιτο καὶ διὰ τούτου καταφανὲς, ὡς οὐκ ἂν ὅλως πέπονθεν ὁ Χριστὸς τὸ παθεῖν ἐθέλειν ἐξωθούμενος; οὐ γὰρ ἐκ πλεονεξίας Ἰουδαϊκῆς, ἀλλ' ἐθελοντὴς ἐπὶ τὸν ὑπὲρ ἡμῶν δι' ἡμᾶς ἀνέβη σταυρόν. διά τοι τοῦτο καὶ λέγει, τὴν ἐκ τοῦ δοκεῖν ἀτονῆσαι λοιδορίαν ἀποτριβόμενος "Οὐδεὶς αἴρει τὴν "ψυχήν μου ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ· "ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω "λαβεῖν αὐτήν." ὡς γὰρ ἤδη προειρήκαμεν, οὐκ ἀβούλητον ὑπὲρ ἡμῶν ὑπέμεινε τὸν σταυρόν. αὐτὸς γὰρ ἑαυτὸν καθάπερ ἅγιον θῦμα προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων σωτηρίαν ἐξωνούμενος. διὸ δὴ καὶ ἔφασκεν ἐν εὐαγγελικοῖς κηρύγμασιν "Ὑπὲρ αὐτῶν ἐγὼ "ἁγιάζω ἐμαυτόν." τὸ δέ Ἁγιάζω φησὶν ἐν τούτοις, ἀντὶ τοῦ προσάγω καὶ ἀνατίθημι· ἅγιον γὰρ τὸ προσαγόμενον