Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.661
Not analysed yet
ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα· καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα. Ἐζήτουν οὖν αὐτὸν πιάσαι Ἰουδαῖοι· καὶ οὐδεὶς ἐπέβαλεν εἰς αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. ΚΑΤΑΔΗΧΘΕΝΤΕΣ τοῖς ἐλέγχοις οἱ Φαρισαῖοι, καὶ τὴν ἐπὶ τούτοις σιωπὴν ταῖς μὲν σφῶν δυστροπίαις ὁρῶντες οὐκ ἀζήμιον, ἐπωφελῆ δὲ τοῖς ὄχλοις· συνεπείθοντο γάρ πως ἐπὶ τὸ χρῆναι λοιπὸν ὁμολογεῖν αὐτὸν εἶναι τὸν Χριστόν· ἐπὶ τὸ συνῆθες αὐτοῖς κατασύρονται θράσος, καὶ διψῶσι πάλιν τὸ μιαιφονεῖν. αἰδὼ μὲν τὴν πρὸς τὸν νόμον, ὡς ἀχρειοτάτην αὐτοῖς παρωσάμενοι, ἐν δὲ τῷ μηδενὶ λόγῳ τὰ ἐν τοῖς ἱεροῖς πεποιημένοι γράμμασι, τὸ δέ "Ἀθῷον καὶ "δίκαιον οὐκ ἀποκτενεῖς" οὐδεμιᾶς ἀξιώσαντες μνήμης, ἀδικωτάτην κατὰ Χριστοῦ νοσοῦσι μανίαν. ἀλλ' ἐκ θείας ἰσχύος περιτρέπεται πάλιν αὐτοῖς πρὸς πᾶν τοὐναντίον τῶν ἐγχειρημάτων ἡ ἔκβασις. "Οὐ γὰρ ἐπιτεύξεται δόλιος "θήρας," κατὰ τὸ γεγραμμένον. ζητοῦσι μὲν γὰρ αὐτὸν πιάσαι, καθά φησιν ὁ Εὐαγγελιστὴς, ὡς ἐθελούσιον καὶ αὐτοκέλευστον τὴν ἐπὶ τοῖς ἐλέγχοις ποιησάμενοι σιωπὴν, καὶ τὸ κεκωλύσθαι δοκεῖν παρ' αὐτοῦ ταῖς ὑστέραις ὀργαῖς ἀποκρουόμενοι. τοῦτο γὰρ εἰς ἀπόδειξιν τοῦ εἶναι κατὰ