Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.665
Not analysed yet
ὅπως ἐνίστασθαι μόνον ταῖς Ἑλληνικαῖς ἀβουλίαις, ἀλλ' ἤδη καὶ συναγορεύειν αὐταῖς, βεβουλῆσθαί τινας, φέρε δὴ πάλιν τὴν ἐνοῦσαν ἀτοπίαν τῷ δόγματι καὶ ἑτέρως διασκεψώμεθα, καὶ τὰ ἐκ λογισμῶν χρήσιμα ἐπισωρεύοντες βοηθήματα ταῖς ἐκείνων βδελυρίαις ἀντεξάγωμεν τὴν ἀλήθειαν. εἰ γὰρ δὴ καθ' ὑμᾶς, ὦ οὗτοι, καλοῦντος ἡμᾶς ὡς ἐκ πλεονεξίας τοῦ καιροῦ καὶ ὥρας ἐπαναγκαζούσης, ἐπί τι τυχὸν τῶν ἀγαθῶν ἢ τῶν ἐναντίων ἑλκόμεθα, περιττὸς, ὡς ἔοικεν, ἡμῖν ὁ πρὸς ἕκαστα τῶν πρακτέων διιθύνων λογισμὸς, καὶ τῶν μὲν φαύλων ἐξίστασθαι συμβουλεύων, ἐπιτρέχειν δὲ μᾶλλον τοῖς ἐπαινουμένοις διακελευόμενος· ποῖα γὰρ ἐντεῦθεν ὄνησις, εἰπέ μοι, λοιπὸν, τί δὲ τὸ ἐκ λογισμῶν ὠφέλημα χρηστὸν, εἰ πείσομαι πάντως καὶ βαδιοῦμαι καὶ οὐχ ἑκὼν ἐφ' ὅπερ ἂν ἡ ὥρα καλῇ, καὶ ὁ καιρὸς ἐπαναγκάζειν βούληται; ἀκόλουθον ἄρα, καθάπερ τῶν ὁλκάδων φασὶν τοὺς οἰακοστρόφους, πρὸς πᾶσαν ἀπειρηκότας ἐλπίδα τοῦ διασώζεσθαι τὴν ναῦν, ἐπειδὰν ἐν χειμῶνι κινδυνεῦσαι συμβῇ, πάντα μὲν ἀνεῖναι κάλων, ἀπολῦσαι δὲ καὶ αὐτοὺς ἤδη τοὺς οἴακας, οὐδὲν ἔτι τῆς τέχνης ἀνεχομένους τῆς ἐν αὐτῷ, ἐπιτρέψαι δὲ οὕτω ταῖς τῶν κυμάτων ὁρμαῖς, διαῤῥίπτεσθαι δὲ κατὰ τὴν θάλασσαν· οὐδὲν γὰρ οὐδὲν ὡς ἐκ τῶν ἤδη προειρημένων τὸ κέρδος οὔτε τοῖς ἐθέλουσι τὴν ἀρετὴν, οὔτε μὴν τοῖς τῆς κακίας ἐργάταις ἀνατελεῖ τὸ βλάβος, εἰ μὴ πρὸς ἕκαστα τῶν τελουμένων ἀντικομιζώμεθα παρὰ Θεοῦ, καὶ κατὰ τὴν τῶν πραγμάτων ποιότητα τὰς ἀντιμισθίας ἀντιλαμβάνωμεν. ὁριεῖ γὰρ, εἰπέ μοι, πολλάκις ἡ ὥρα τὰ κάλλιστα, καὶ ἀδιακρίτως ἐποίσει τὸ ὠφελοῦν ὁ καιρὸς, κἂν ἐπὶ τοῖς αἰσχίστοις ἁλίσκωμαι; μετοισθέντος δὲ πάλιν πρὸς τὸ ἐναντίως ἔχον τοῦ λόγου, οὐδὲν ἔσθ' ὅτε τῶν ἀγαθῶν ὁ